# Expositio in Psalmos 69.845

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.845

καὶ ἄνωθεν λόγον τοῖς ἐπὶ τῆς γῆς διακομίζουσι. Δυνατὸν δὲ ἀλληγορῆσαι οἰκουμένην μὲν τὴν Ἐκκλησίαν, θαλάσσας δὲ τοὺς πειρασμοὺς, καὶ ποταμοὺς τὰ γλυκέα τοῦ Πνεύματος χαρίσματα, καὶ εἰπεῖν ὅτι τὴν Ἐκκλησίαν, ἐν ᾗ κατοικεῖ ὁ Θεὸς, ταύτην ἐν τοῖς πειρασμοῖς μάλιστα συνεστήσατο ἐν τῇ πίστει, καὶ ἐθεμελίωσε, καὶ εὐτρεπῆ ἐποίησε δέξασθαι Πνεῦμα ἅγιον, ἀφ' οὗ ὡς ἐκ πηγῆς ποταμοὶ τὰ ποικίλα χαρίσματα ῥέουσι. Ἀθῶος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ. (A f. 132 b) Πρὸς τὴν ἐρώτησιν ἀποκρίνεται τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι ὁ μέλλων ἀναβῆναι εἰς τὸ νοητὸν ὄρος Κυρίου, ἄμωμος ἔστω καὶ τῷ σώματι καὶ τῷ πνεύματι· ἀθῶος μὲν χερσὶ, τουτέστιν ἀνεύθυνος ἐν τῇ πρακτικῇ· ἔργου γὰρ σημεῖον ἡ χείρ. Ἀμόλυντος δὲ τῇ καρδίᾳ, σύμφωνον ἔχων τῇ κατὰ τὸ ἐμφανὲς πρακτικῇ τὴν ἔσω καὶ εἰς νοῦν πνευματικὴν φαιδρότητα. Τὸν γὰρ διὰ πάντων καθαρὸν, τοῦτον ἐπὶ τὸ τοῦ Θεοῦ ὄρος ὁ λόγος ἀνάγει, ὃς μήτε γνώσει, μήτε ἐννοίᾳ, μήτε ταῖς πράξεσιν εἰς τέλος κατεμίανε τὴν ψυχὴν, ἐμμείνας τοῖς κακοῖς. Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος κραταιὸς καὶ δυνατός. (A f. 134) Καὶ τῷ νῦν πολέμῳ καὶ τροπαίῳ περὶ τῆς ἀνθρωπότητος. Ἐντεῦθεν συνίεμεν, ὅτι οὐ πάσαις ἦν ταῖς ἄνω δυνάμεσι φανερὸν τὸ κατὰ Χριστὸν μυστήριον, πλὴν ἐκείναις αἵτινες πρὸς τὴν τοῦ πράγματος διακονίαν παρελήφθησαν, ὡς ὁ Γαβριὴλ καὶ οἱ ἐν τῇ γεννήσει λέγοντες· «Δόξα ἐν ὑψίστοις Θεῷ·» ἐλειτούργουν γὰρ καὶ ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνότι τῷ Μονογενεῖ, ἐπειδὴ δὲ συμπεπερασμένης τῆς οἰκονομίας ἀνέβη πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα μετὰ τῆς ἑνωθείσης σαρκὸς αὐτῷ, κατεπλήττοντο τὸ τοῦ πράγματος ξένον αἱ λογικαὶ δυνάμεις, μηδέ ποτε ἑωρακυῖαι τοῦτο τὸ θέαμα. Ἐπεὶ δὲ καὶ τοῦ Πνεύματος ἤκουον λέγοντος, «Ἄρατε πύλας, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης,» τάχα που διελογίζοντο, τίς οὗτος εἴη καὶ ποταπὸς, ἄνθρωπος μὲν ὁρώμενος τό γε ἧκον εἰς τὴν τῆς σαρκὸς φύσιν, βασιλεὺς δὲ τῆς δόξης εἶναι λεγόμενος. Τί οὖν τὸ Πνεῦμα πρὸς αὐτάς; Ἐνδυάζετε, φησὶ, καὶ τίς οὗτος, βούλεσθε μαθεῖν; Ἀκούετε τοίνυν, ὅτι οὗτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. ΨΑΛΜΟΣ ΚΔʹ. Ψαλμὸς τῷ Δαβίδ. (A f. 135) Εἰσηγεῖται δὲ καὶ παραίνεσιν πᾶσιν ἀνθρώποις ὠφέλιμον· ἁρμόζει δὲ μάλιστα ὁ προκείμενος ψαλμὸς τοῖς ἐξ ἐθνῶν κεκλημένοις, καὶ πολλὴν ἀκολουθίαν ἔχει πρὸς τὸν πρὸ αὐτοῦ. Ἐν μὲν γὰρ ἐκείνῳ κλῆσις ἦν ἐθνῶν καὶ μυσταγωγία, διὰ τοῦ ἁγίου Πνεύματος διδάσκουσα τίσιν ἄρα γένοιτο βάσιμος ἡ ἄνω πόλις, ὅτι τοῖς ἀθώοις χερσὶ καὶ καθαροῖς τῇ καρδίᾳ, καὶ ὅτι Χριστὸς ὁδοποιήσει τῇ ἀνθρώπου φύσει τὴν εἰς τὸ ἄνω βάδισιν, πρόδρομος ὑπὲρ ἡμῶν εἰς οὐρανοὺς ἀναβάς· ἐν δὲ τῷ προκειμένῳ ψαλμῷ, τὸ τῶν κεκλημένων εἰσφέρεται πρόσωπον, ἤγουν

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
