# Expositio in Psalmos 69.852

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.852

ΨΑΛΜΟΣ ΚΕʹ. Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι ἐνταῦθα εἰσφερόμενον πρόσωπον, κρίνεσθαι ζητεῖ, οὐκ ἐπί γε τοῖς πεπλημμελημένοις. Οὐ γὰρ εἰκὸς, ἄνθρωπον ὄντα καὶ πολλὴν ἀῤῥωστοῦντα τὴν εἰς τὸ πλημμελεῖν ἀσθένειαν, καὶ ὀλισθημάτων οὐκ ἐλεύθερον παντελῶς, ἐκ παῤῥησίας εἰπεῖν τὸ, «Κρῖνόν με, Κύριε.» Οὐ τοίνυν ἐπὶ τοῖς πλημμελήμασι κριθῆναι ἀξιοῖ, ἀλλ' ἐπὶ μόνῳ τῷ κατὰ μηδένα τρόπον Ἰουδαίοις συμφρονῆσαι δεδυσσεβηκόσι κατὰ Χριστοῦ. Ἅτε γὰρ ἀγαθῷ συνειδότι μαρτυρούμενος, ὅτι καὶ γνήσιον ἔχει τὸ φρόνημα, καὶ τῆς Ἰουδαίων σκαιότητος εἰς ἅπαν ἀπηλλαγμένον, φησί· Κρῖνόν με, Κύριε· πεπόρευμαι γὰρ ἐν ἀκακίᾳ· ἀκακίαν λέγων τὸ μὴ μετασχεῖν τῆς φαυλότητος καὶ τῆς ἀπονοίας τῶν Ἰουδαίων. Δεῖ γὰρ τοὺς πιστεύοντας εἰς Χριστὸν, μὴ πονηροὺς εἶναι ζητητὰς, ὁποῖοι ἦσαν οἱ λέγοντες περὶ Χριστοῦ· Πόθεν τούτῳ τὰ σημεῖα καὶ ἡ σοφία αὕτη; καὶ πῶς οὗτος οἶδε γράμματα, μὴ μεμαθηκώς; ἢ καὶ, «Διὰ τί σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν;» Ἀλλ' οὗτος ἐν ἁπλῇ τῇ πίστει τὸν ἐπ' αὐτῷ παραδεξάμενος λόγον, Ἐν ἀκακίᾳ πεπόρευμαι, φησίν. Οὕτω καὶ γέγραπται· «Φρονήσατε περὶ τοῦ Κυρίου ἀληθῆ, καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν.» Ἐμφανῆ γὰρ τοῖς τοιούτοις ἑαυτὸν καθίστησιν, ὡς τῷ ἐκ γεννητῆς τυφλῷ. Οὐκοῦν τὸ ἐν ἀκακίᾳ καὶ ἁπλότητι καρδίας πιστεύειν αὐτῷ, τοῦ παντὸς ἂν εἴη πρόξενον ἀγαθοῦ. Ἐπὶ τῷ Κυρίῳ ἐλπίζων, οὐ μὴ ἀσθενήσω (C f. 50) Οὐ κατοκνήσω, οὐ περιπατήσομαι· βεβαίαν δὲ ἕξω τὴν αἴτησιν, εἰς σὲ τὰς ἐλπίδας ἀπογραψάμενος· ἔχω γὰρ σὲ τὸν δυναμοῦντά με. Ὁ μὲν ἐφ' ἑαυτῷ ἢ ἄλλῳ τινὶ ἔχων τὰς ἐλπίδας, ἀσθενήσεται ἄν· ὁ δὲ ἐπὶ τῷ Κυρίῳ, οὐδὲν σαλευθείη. Εἰ ἐτάσεις, φησὶ, τῆς ψυχῆς μου τὰ πάθη, ἐπὶ τῷ σῷ εὑρήσεις ἐλέει μόνῳ πάντα με τῆς διανοίας πόνον ἔχοντα· τοῦτο δὲ ποιῶν, εὐάρεστος ἔσομαι παρὰ σοὶ, τὴν σὴν ἀγαπήσας ἀλήθειαν. ΨΑΛΜΟΣ Κϛʹ. Ψαλμὸς τῷ Δαβὶδ πρὸ τοῦ χρισθῆναι. (A f. 145) Ἐφαρμοσθήσεται μὲν καὶ ὁ προκείμενος ἡμῖν ψαλμὸς τῷ προσώπῳ τοῦ νέου λαοῦ, τοῦ διὰ πίστεως ἐν Χριστῷ τετελειωμένου. Εἰσκομίζεται γὰρ ἐνταῦθα πνευματικῶς ἀνδριζόμενος, καὶ τὴν ἐφ' ἅπασι τοῖς ἀγαθοῖς ἐλπίδα πήξας ἐπὶ Χριστῷ, καὶ μελετῶν ὅτι μάλιστα τὸ ἄθραυστον εἰς πόνους, καὶ παρακαλῶν τοῖς παρὰ Χριστοῦ νόμοις ἰθύνεσθαι, καὶ πρὸς ὁδὸν εὐθεῖαν ἀποφέρεσθαι. Ἐφαρμοσθείη δ' ἂν ὁ αὐτὸς ψαλμὸς, οὐκ ἔξω λόγου, καὶ τῷ προσώπῳ τοῦ θεσπεσίου Δαβὶδ, παρ' οὖ καὶ συντέθειται πρὸ τοῦ χρισθῆναι εἰς βασιλέα. Προεγνωκὼς γὰρ τὰ ἐσό-

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
