# Expositio in Psalmos 69.853

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.853

μενα διὰ τῆς τοῦ Πνεύματος φωταγωγίας, καὶ εὖ εἰδὼς ὅτι προχειρισθήσεται εἰς τὸ βασιλεύειν τῶν ἐξ Ἰσραὴλ, περιπεσεῖται δὲ πάντως καὶ ἀδοκήτοις πειρασμοῖς, πολέμοις τε καὶ μάχαις, καὶ τοῖς ἐκ τῶν περιστάσεων κύμασι (πολλοὶ γὰρ οἱ ἀνέδην τοῖς οὕτω λαμπροῖς ἐπιβουλεύοντες, μονονουχὶ προαναζώννυται τὴν ὀσφὺν), καὶ ὡς ἤδη παρόντα καὶ ἐνεστηκότα τὰ ἐσόμενα βλέπων, καὶ πρὸς τὸ παθεῖν ἑτοιμάζων τὴν ἑαυτοῦ καρδίαν, ὅπλον δὲ ποιούμενος ἀῤῥαγὲς τὴν παρὰ Θεοῦ ἐπικουρίαν, καὶ ὅτι πάντως περιγενήσεται τῶν αὐτῷ μαχομένων προσδοκῶν, ποιεῖται τὴν προσευχήν. Ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ, ἐν ἡμέρᾳ κακῶν μου ἐσκέπασέ με, κ.τ.λ. (A f. 147) Προσαπτέον δὲ τοὺς στίχους καὶ τοῖς κεκλημένοις διὰ πίστεως, καὶ ῥητέον ὅτι ὅτ' ἄν τινες αὐτοῖς θλίψεις καὶ διωγμοὺς ἐπισωρεύσωσι, τότε ὁ Θεὸς, καθ' ἅ φησιν ὁ Μωσῆς, ὡς ἀετὸς σκεπάζει νοσσιὰν αὐτοῦ, οὕτω διεὶς τὰς πτέρυγας δέχεται αὐτοὺς, καὶ οὐκ ἐφίησι τοῖς ἐθελοκακοῦσι κατευμεγεθεῖν αὐτῶν. Τοῦτο γὰρ οἶμαι λέγειν σκηνὴν καὶ σκηνῆς ἀπόκρυφα. Οὐ μόνον δὲ, φησὶν, ἔκρυψέ με καὶ ἐσκέπασεν, ἀλλὰ καὶ ἐν πέτρᾳ ὕψωσέ με. Πέτραν δὲ εἶναί φαμεν ἐνταῦθα, ἢ τὴν ἀῤῥαγῆ καὶ ἄθραυστον τῆς διανοίας παράστασιν εἰς τὸ καρτερεῖν, ἢ τὸν Χριστὸν ἐφ' ᾧ πάντες ἐρειδόμεθα· καὶ γάρ ἐστιν αὐτὸς ἡ πάντων ἰσχὺς, ἡ ἀκατάσειστος ὑποβάθρα. Ἐν αὐτῷ δὴ οὖν γεγονότες, διὰ πίστεώς τε καὶ ἁγιασμοῦ ὑψούμεθα. Χθαμαλὸν γὰρ οὐδὲν ἐν Χριστῷ· ἀποφέρει δὲ μᾶλλον ὑψοῦ τὰ αὐτοῦ θεσπίσματα τοὺς ἀνακειμένους αὐτῷ· ὑψοῦ δέ φημι κατ' ἀρετὴν, καὶ ὅτι χαμαιριφὲς ἐν τοῖς ἁγίοις οὐδὲν, καθ' ἃ γέγραπται, ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν. ΨΑΛΜΟΣ ΚΖʹ. Ψαλμὸς τῷ Δαβίδ. (A f. 150 b) ᾌδει τὸν παρόντα ψαλμὸν ἐκ προσώπου τῶν πιστευσάντων εἰς Χριστὸν, διὰ δεήσεως εἰς ἐπικουρίαν καλῶν τὸν Θεόν· ἅμα δὲ καὶ τῆς ἀπονοίας τῶν Ἰουδαίων ποιεῖται κατάῤῥησιν, καὶ τῆς πρὸς αὐτοὺς κοινωνίας ἀποφοιτᾷ, καὶ προσοικειοῦσθαι ζητεῖ τῷ Χριστῷ, πνευματικῶς δηλονότι. Πρὸς σὲ, Κύριε, ἐκέκραξα. (A f. 151) Τὴν δέ γε κραυγὴν ἐνταῦθά φαμεν, οὐχ ὑψηλὴν ἢ μεγάλην φωνὴν (ἀνάρμοστον γὰρ ἁγίοις τὸ οὕτω προσεύχεσθαι), ἀλλὰ τὸ τῆς διανοίας ἔντονον καὶ ἐρηρεισμένον ἀπερισπάστως πρὸς Θεόν. Δέχεται γάρ πως τὰς τοιαύτας τῶν εὐχομένων φωνὰς, ὅταν ὁσίους ἐπαίρωσι χεῖρας ἐν καιρῷ προσευχῆς. Καὶ ἀσύνηθες μὲν Ἰουδαίοις τὸ χεῖρας ἐπαίρειν ἐν καιρῷ λιτῆς, ἐντριβὲς δὲ τοῖς ἐν Χριστῷ· δεικνύουσι γὰρ διὰ τῆς τῶν χειρῶν ἐκτάσεως τὸ τί-

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
