# Expositio in Psalmos 69.856

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.856

μιον σχῆμα τοῦ σωτηρίου σταυροῦ· δι' αὐτοῦ τοῦ πράγματος ὁμολογοῦντες, ὅτι Χριστῷ καθιεροῦνται, ποιούμενοι καύχημα τὸν σταυρὸν αὐτοῦ. Ὥσπερ γὰρ κοινωνοὶ τῶν παθημάτων αὐτοῦ γεγονότες, αἴροντες τὸν ἑαυτῶν σταυρὸν, καὶ ἀκολουθοῦντες αὐτῷ, καθ' ἅ φησιν αὐτὸς, τὸ τοῦ σταυροῦ πλαττόμεθα σχῆμα. Πλὴν οὐκ ἐν γωνίαις τῶν πλατειῶν Ἰουδαϊκῶς προσευχόμεθα πρὸς τὸ θεαθῆναι ὑπὸ τῶν ἀνθρώπων, ἀλλ' ἐν ναῷ ἁγίῳ Θεοῦ συνεσταλμένως χεῖρας ἐπαίρομεν, καὶ τὰς αἰτήσεις προσάγομεν· «Ὁ γὰρ οἶκός μου,» φησὶν ὁ Θεὸς διὰ τοῦ προφήτου, «οἶκος προσευχῆς κληθήσεται.» Τοῦ ἁγίου Κυρίλλου ἐκ τῆς ἑρμηνείας τοῦ κζʹ ψαλμοῦ. Ἀγαθὴ ἡ ὁδὸς Κυρίου, καὶ οὐ σάρκα μᾶλλον, ἢ ψυχὰς καθαγνίζουσα, τὸ εὐαγγελικόν ἐστι κήρυγμα· αὐτὸ δὲ εἶναί φαμεν καὶ τὴν εἰς εὐθὺ διακομίζουσαν τρίβον. Σκολιὸν γὰρ οὐδὲν ἐν αὐτῷ, ἀλλ' οἷον εὐθεῖά τίς ἐστιν ὁδὸς καὶ βασιλικὴ καὶ ἁμαξιτὸς εὐτριβὴς, οὐδὲν ἔχουσα τὸ δρασὺ καὶ δυσχερὲς, ὀρθὴ δὲ μᾶλλον καὶ τοῖς εὐσεβεῖν ᾑρημένοις εὐήλατος· τὸ μὴ τοιούτοις οὐκέτι. ΨΑΛΜΟΣ ΚΘʹ. Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν. (A f. 163 b) Ἐν προσώπῳ μὲν σώματος τὸ κάλλος νοεῖται. Πλεῖστα δὲ αὐτοῦ τὰ μέρη συνεισφέροντα τοῦ ἑνὸς κάλλους τὸ ἀποτέλεσμα, οἷον ὀφθαλμὸς, ὀφρὺς, παρειαὶ, καὶ τὰ λοιπά. Κατὰ τὸν ἴσον τρόπον καὶ τὸ κάλλος ἐννοοῦμεν τὸ πνευματικόν· ἓν γάρ ἐστιν ἐκ πολλῶν ἀρετῶν συνηγμένον εἰς τὸ ἀρτίως ἔχειν. Καὶ ἐν τάξει μὲν ὀφθαλμοῦ τιθέμεθα τὴν πίστιν· ὡς ἐν τάξει δὲ στόματος τὸν ἐν προφορᾷ λόγον, καὶ τὰ ἄλλα ἀνάλογον. Πλὴν ἵνα καὶ κάλλος ἐπιγένηται τῇ ψυχῇ καὶ δύναμις τῶν δεόντων ἐπιτελεστικὴ, θείας εἰς τοῦτο χάριτος χρῄζομεν. Ὡς τοίνυν ἄνω εἴρηκεν, ὅτι ζωὴ ἐν τῷ θελήματι αὐτοῦ, οὕτως νῦν ὑψοῖ τὸν Θεὸν διὰ τῆς εὐχαριστίας λέγων, ὅτι «Ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν.» Καλὸς ἤμην, φησὶ, κατὰ τὴν φύσιν, ἀσθενὴς δὲ γέγονα διὰ τὸ ἐξ ἐπιβουλῆς τοῦ ὅφεως νεκρωθῆναι τῷ παραπτώματι. Τῷ οὖν κάλλει μου, ᾧ παρὰ σοῦ ἔλαβον ἐκ τῆς πρώτης κατασκευῆς, προσέθηκας δύναμιν τὴν τῶν δεόντων πρακτικήν. Καλὴ μὲν οὖν πᾶσα ψυχὴ ἡ ἐν συμμετρίᾳ τῶν οἰκείων δυνάμεων θεωρουμένη· ἐπεὶ καὶ σώματος κάλλος, ἡ τῶν μελῶν συμμετρία. Καὶ ὁ αἰσθόμενος τῆς ἑαυτοῦ ἀρετῆς, τὴν εὐχαριστικὴν ταύτην ἀφίησι φωνήν. Προνοητέον τοίνυν ἡμῖν τοῦ κάλλους, ἵνα καὶ ὁ νυμφίος λόγος ἀποδεξάμενος ἡμᾶς εἴπῃ· «Ὅλη καλὴ, ἡ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί.» Μὴ ἐξομολογήσεταί σοι χοῦς; ἢ ἀναγγελεῖ τὴν ἀλήθειάν σου; (A f. 165) Οἱ γὰρ ἅπαξ τεθνεῶτες, ἀποπαύσονται

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
