# Expositio in Psalmos 69.857

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.857

τάχα που καὶ τοῦ δοξολογεῖν, προσεπιθεῖεν δ' ἂν οἶς εἰργάσαντο παντελῶς οὐδὲν, μένουσι δὲ μᾶλλον ἐν οἷς κατελήφθησαν, καὶ τὸν τῆς καθόλου κρίσεως ἐκδέχονται καιρόν. Οὐκοῦν οἱ ζῶντες, καὶ τοῦ δρᾷν ἔτι τὸ ἀγαθὸν ἔχοντες ἐξουσίαν, ἐπειδὰν εὖ πάθοιεν, εὐλογήσουσί σε, ὃν τρόπον κἀγώ. Δέομαι οὖν ἀναχθῆναι ἐκτοῦ λάκκου, ἐπειδὴ «οὐκ ἐξομολογήσεταί σοι χοῦς·» ζώντων γὰρ ἴδιον τὸ ὑμνεῖν σε· οἱ δὲ εἰς χοῦν διαλυόμενοι, πῶς ἂν δυνηθεῖεν τοῦτο; Λέγοι δ' ἂν καὶ Δαβὶδ πρὸς Θεὸν περὶ ἑαυτοῦ· Μαθεῖν βούλομαι τίς ὠφέλεια ἢ ἐμοὶ ἢ ἑτέροις ἐκ τοῦ αἵματός μου; ἢ τί πλέον ὑπάρξει ἐκ τοῦ ἐμὲ ἐλθεῖν εἰς διαφθοράν; ΨΑΛΜΟΣ Λʹ. Ἐπὶ σοὶ, Κύριε, ἤλπισα· μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα. (A f. 166 b) Πειραζομένου μὲν ἡ φωνὴ, πλὴν οὔπω κατεπτηχότος, ἤγουν κατενηνεγμένου πρὸς ἀνανδρίαν, ὑφορωμένου δὲ μᾶλλον μὴ ἄρα πως ἥττων γένοιτο τοῦ διώκοντος. «Ἐπὶ σοὶ, φησὶν, ἤλπισα·» σοῦ γὰρ μὴ βοηθοῦντος, ἀνόνητος εἰς τὸ σῶσαι περιβολή. Μακάριος οὖν ὁ πάσης ἐλπίδος τῶν κατὰ τὸν κόσμον τοῦτον ἑαυτὸν ἀποστήσας, καὶ μόνην ἔχων ἑαυτοῦ ἐλπίδα τὸν Θεόν. Ὡς γὰρ ἐπικατάρατος ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον, οὕτως εὐλογημένος ὁ ἐπιστηριζόμενος τῷ Κυρίῳ. Οὐ γὰρ ἐπιδέχεται ἐπαμφοτερισμὸν ἡ εἰς Θεὸν ἐλπίς· οὐδὲ καταδέχεται ὁ Κύριος ὁλόκληρον τὴν παρ' ἑαυτοῦ παρέχειν βοήθειαν τῷ ποτὲ μὲν ἐπὶ χρήμασιν ἠλπικότι καὶ δόξῃ ἀνθρωπίνῃ καὶ δυνάμει τῇ κατὰ κόσμον, ποτὲ δὲ αὐτὸν ὡς ἐλπίδα ἑαυτοῦ προβαλλομένῳ· ἀλλὰ δεῖ ἀληθινῶς ἐπαναπαύεσθαι τῇ παρὰ Θεοῦ βοηθείᾳ, ὥστε λέγειν μετὰ τοῦ Δαβίδ· «Ἐπὶ σοὶ, Κύριε, ἤλπισα· μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.» ᾘσχύνθην, φησὶν, ἡμαρτηκὼς, ἱκετεύω δὲ μὴ μέχρι πολλοῦ τὴν αἰσχύνην ἐπιμεῖναί μοι, διὰ τὴν ἐπὶ σοί μοι γενομένην πεποίθησιν. Μὴ τοίνυν εἰς τὴν ἐμὴν ἀποβλέψῃς ἁμαρτίαν, ἀλλ' εἰς τὴν τῶν διωκόντων με παρανομίαν. Εἰ γὰρ καὶ βασιλεὺς ἦν ὁ Δαβὶδ, καὶ πλούτῳ περιεῤῥεῖτο, καὶ νίκαις ἐκόμα ταῖς κατ' ἐχθρῶν, ἀλλὰ τούτων οὐδὲν πρὸς ἀσφάλειαν αὐτῷ συμβαλεῖσθε ἐπέπειστο, μόνην δὲ τὴν ἐπὶ Κύριον ἐλπίδα· διὸ ἱκέτευε ταύτης μήποτε ἐκπεσεῖν. Καὶ ὁ ἐλπίσας δὲ τυχεῖν τοῦ τέλους τοῦ ἀποκειμένου τοῖς ἁγίοις, οἶδε μὴ καταισχυνθήσεσθαι εἰς τὸν αἰῶνα. Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με, καὶ ἐξελοῦμαι (C f. 60 b) Τουτέστιν ἐν τῷ Χριστῷ ῥῦσαί με ἀπὸ τῆς αἰχμαλωσίας τοῦ διαβόλου, καὶ ἐξελοῦμαι ἀπὸ τῆς ἐν γεέννῃ κολάσεως. Γέγονε γὰρ ἡμῖν δικαιοσύνη· οὐκ ἔστιν γὰρ ὄνομα ἕτερον τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς. Ἔφη γάρ· «Ἐγώ εἰμι ἡ ὁδὸς, ἡ θύρα· καὶ χωρὶς ἐμοῦ οὐ δύνασθέ τι ποιεῖν ἀγαθόν.» Καὶ ἕνεκεν τοῦ ὀνόματός σου, ὁδηγήσεις με καὶ διαθρέψεις με. (A f. 167) Ἕπεται καὶ ταῦτα τῇ πρὸ αὐτῶν θεωρίᾳ. Κραταίωμα γὰρ καὶ καταφυγὴν ὀνομάσας ἑαυ-

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
