# Expositio in Psalmos 69.864

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.864

λάμψαντος δὲ αὐτοῦ τὸ φῶς τῆς θεότητος, ὂ δὴ Θεοῦ πρόσωπόν φησιν ἡ Γραφὴ, ἀποτρέπονται πάντες οἱ τὰ σκότους ἄξια δρῶντες· οὗ δὴ τυχεῖν ἀξιοῖ καὶ ὁ προφήτης, οὐ διὰ πράξεις ἰδίας, δι' ἔλεος δὲ τοῦ Θεοῦ. Οὗτος γάρ μοι, φησὶ, μόνος τρόπος τῆς σωτηρίας, εἰ τὸ σὸν ἐπιφάνοις πρόσωπον. Κύριε, μὴ καταισχυνθείην, ὅτι ἐπεκαλεσάμην σε. (A f. 169 b) Τοῖς ἀθέοις, οὐκ ἐμοὶ, προσῆκόν ἐστιν αἰσχύνεσθαι. Πάθοιεν δ' ἂν τοῦτο δικαίως οἱ ἀσεβεῖς, τουτέστιν οἱ μὴ εἰδότες σε, μήτε μὴν τὴν σὴν ὁμολογοῦντες θεότητα καὶ ὑπεροχὴν, ἀνατιθέντες δὲ μᾶλλον τοῖς δαιμονίοις τὴν κυριότητα, καὶ τὸ κατάρχειν τῶν ὅλων ἐκνενεμηκότες τῷ Σατανᾷ, καὶ τοὺς ἑαυτῶν κλήρους ἀνατιθέντες ἐκείνοις. Αὐτῶν δ' ἂν εἴη καὶ τὸ βαδίζειν εἰς ᾅδου, καὶ συνταρταροῦσθαι τοῖς αὐτόθι καθειργμένοις, οὓς καὶ ἰδίους θεοὺς ἐπεγράφοντο. Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύριε, ἧς ἔκρυψας τοῖς φοβουμένοις σε· ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων. (A f. 170, K f. 66 b) Δοκεῖ δέ πως ἀσυμφανὲς εἶναι τὸ ἔκρυψας, πρὸς τὸ ἐξειργάσω· εἰ γὰρ ἔκρυψε τὸ τῆς χρηστότητος πλῆθος, πῶς ἐξειργάσατο πάλιν αὐτὴν ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων; Οὐκοῦν τὸ ἔκρυψε νοητέον, ἀντὶ τοῦ ἀπόθετον, ἤγουν τεθησαυρισμένην, τοῖς οἰκείοις καὶ μόνοις τὴν χρηστότητα ἐποιήσατο, πλὴν ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων, τουτέστιν ἀγνοοῦντος οὐδενός. Τίς γὰρ οὐκ οἶδεν, ὅτι ἀγαθός ἐστιν ὁ τῶν ὅλων Δημιουργὸς, οὐκ εἰς ἅπαντας ἁπλῶς, ἀλλ' εἰς ἐκείνους μᾶλλον οἵπερ ἂν ἐν ἰδίαις ψυχαῖς τὸν θεῖον ἔχοντες φόβον; Τούτοις γὰρ ἀπέκρυψε, τουτέστιν ἀπέθετο, ἰδικὸν ὥσπερ τινὰ κλῆρον τὸ τῆς χρηστότητος πλῆθος· καὶ οὐκ ἐν μόναις ἐλπίσι τὸ χρῆμα αὐτοῖς, ἀλλὰ γὰρ καὶ ἐξειργάσατο πλειστάκις, τουτέστι καὶ διὰ πραγμάτων αὐτῶν γέγονεν ἐμφανές. Οἷον ἐπεπόλασέ ποτε σκότος τοῖς Αἰγυπτίοις βαθὺ καὶ τριήμερον, ἀλλ' ἡ χρηστότης τοῦ σώζοντος τοὺς ἀνακειμένους αὐτῷ, τοῦ σκότους ἀπείρατον ἐτήρει τὸν Ἰσραήλ. Ἀπολώλασι τὰ πρωτότοκα τῶν Αἰγυπτίων ἐν μιᾷ νυκτὶ, ἐν δέ γε τοῖς υἱοῖς Ἰσραὴλ οὐδὲ κύων ἔβρυξεν, ἀλλ' ἦσαν ἐκτὸς πληγῆς παντελῶς, ἀπείργοντος Θεοῦ τὸν ὀλοθρευτήν. Ὁρᾷς ὅπως ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων, τουτέστι παῤῥησίᾳ καὶ φανερῶς ἐξειργάσατο τὸ τῆς ἑαυτοῦ χρηστότητος πλῆθος εἰς τοὺς ἐλπίζοντας ἐπ' αὐτόν; ἣν καὶ οἷον ἔκρυψεν, ἐπεὶ μὴ πᾶσιν ἐξὸν μετασχεῖν αὐτῆς· τετήρηται γὰρ μόνοις, ὡς ἔφην, τοῖς φοβουμένοις αὐτόν. Καὶ οὐκ ἄμισθος ἡ εἰς Θεὸν ἐλπὶς, σωτηρίας δὲ μᾶλλον τῆς παρ' αὐτοῦ προμνήστρια, καὶ πολλὴν τοῖς κεχρημένοις ἐμποιοῦσα τὴν ὄνησιν. Κρύπτεις οὖν, φησὶ, τὴν σὴν χρηστότητα, τουτέστι φυλάττεις τοῖς φοβουμένοις σε· ἐπεὶ καὶ εἰς τοῦτο αὐτὴν ἐξειργάσω, εἰς τὸ παρασχεῖν τοῖς ἐλπίζουσι εἰς σέ· καὶ παρέξεις γε αὐτὴν ἐνώπιον, ὥστε πάντας ἰδεῖν ἐν καιρῷ ἀμοιβῆς διδομένην τοῖς ἀξίοις. Ἑτέρως δὲ τὸ πλῆθος τῆς χρηστότητος τοῦ Θεοῦ κεκρυμμένην ἔχει

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
