# Expositio in Psalmos 69.872

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.872

θελήματός μου ἐξομολογήσομαι αὐτῷ·» δι' ὦν σημαίνει τὸ μὴ ἀβουλήτως μηδὲ οἷον ἐν κατηφείᾳ καὶ ὀκνηρῶς ποιεῖσθαι δεῖν τὰς εὐχὰς, ἀλλ' ἐκ διανοίας ἀγαθῆς καὶ ἐκ φρονήματος ἱλαροῦ. Τοῦτο κἀνθάδε παραδηλοῦσθαί φαμεν, ὡς ἐν τάξει παραδείγματος παρενεγκόντος τοῦ λόγου τοὺς κιθάρᾳ καὶ ψαλτηρίῳ κεχρῆσθαι κατειθισμένους. Οὐ γάρ τοι τὸ διὰ χορδῶν ἀνακρούειν μέλος ἐπιτάττει τὸ Πνεῦμα, οὔτε μὴν κοσμικῶν ἀθυρμάτων ἅπτεσθαι κελεύει τοὺς τῆς νοητῆς εὐθύτητος ἐπιμελητὰς, ἀλλὰ μετὰ τῆς ἁγιοπρεποῦς θυμηδίας ποιεῖσθαι κελεύει τὰς δοξολογίας. Εἰκὸς δὲ ὅτι τοῖς ἀρχαίοις ἔθεσιν ἀκολουθῶν ὁ Ψάλλων, ἐνταῦθα διαμέμνηται τῶν ὀργάνων. Ἔθος γὰρ Ἰουδαίοις καὶ λυροκτυπεῖν ἔσθ' ὅτε, κυμβάλοις τε καὶ νάβλαις καὶ ἑτέροις τισὶ κεχρῆσθαι τοιούτοις, καὶ ὑμνολογεῖν ἐν τῷ παρ' αὐτοῖς ὄντι ναῷ. (B f. 97) Ἄθρει ὅπως οὐ βουθυτεῖν τοῖς ἁγίοις, εἴτουν τοῖς εὐθέσιν, ἐπιτάττει μᾶλλον, οὔτε μὴν καπνοῖς κεχρῆσθαι καὶ λιβάνῳ· τὸ ὑμνολογεῖν δὲ μᾶλλον, καὶ ἀναιμάκτους προσάγειν θυσίας, ὅπερ ἐστὶν τῆς ἐν Χριστῷ πολιτείας σύμβολον. Ἀποφήσας γὰρ τὰς δι' αἱμάτων θυσίας, διὰ τοῦ φάναι ὡς τὸν Ἰσραὴλ, «Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδ' ἐκ τῶν ποιμνίων σου χιμάρους,» εἰς ᾠδὰς καὶ μέλη προτρέπει λέγων «Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως.» ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, καλῶς ψάλατε αὐτῷ ἐν ἀλαλαγμῷ. (A f. 176 b) Ἴδοι τις ἂν κἀντεῦθεν, ὅτι μὴ τοῖς τὴν ἐν νόμῳ τελοῦσι λατρείαν προσδιαλέγεται νυνὶ τὸ Πνεῦμα διὰ τοῦ Ψάλλοντος, ἀλλὰ τοῖς ἐρασταῖς τῆς ἐν Χριστῷ πολιτείας, καὶ τὴν ἐν πίστει δικαίωσιν παρ' αὐτοῦ πεπλουτηκόσιν. Εἶεν δ' ἂν οὗτοι, περὶ ὧν ἔλεγεν ἐν ἀρχῇ τοῦ προλαβόντος ψαλμοῦ· «Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι.» Τίσι γὰρ ἀφῆκε τὰς ἁμαρτίας, εἰ μὴ τοῖς εἰς καινότητα ζωῆς ἀναμορφωθεῖσι δι' ἁγιασμοῦ ἐν πνεύματι, οἳ καὶ πάντα μολυσμὸν ἀπελούσαντο διὰ τοῦ ἁγίου βαπτίσματος; Τούτοις ᾄδειν κελεύει, καὶ οὐχ ἁπλῶς, ἀλλὰ κατά τινα τρόπον τὸν ἀσυνήθη τάχα τοῖς πρὸ ἡμῶν. Δεῖν γὰρ εἶναί φησι τὸ ᾆσμα καινὸν, ὅπερ σαφῶς δηλοῖ ὅτι διὰ Μωσέως νόμος τέλος ἔσχηκε. Ψάλλειν δὲ καλῶς, τουτέστιν ἐμφρόνως ὡς ἐν ἀλαλαγμῷ. Τὸν δὲ ἀλαλαγμὸν, κραυγὴν ἐπινίκιον εἶναί φαμεν ἀναφωνουμένην ὑπὸ στρατιᾶς ἐπὶ πεσοῦσιν ἐχθροῖς. [Ὅτι εὐθὺς ὁ λόγος τοῦ Κυρίου. Ἐπεὶ, φησὶν, εὐθύς ἐστιν ὁ λόγος τοῦ Κυρίου, καὶ ἐν πίστει δὲ τὰ ἔργα αὐτοῦ, ἀγαλλιᾶσθε ἐν τῷ Κυρίῳ. Εὐθὺν δὲ τὸν λόγον τοῦ Κυρίου λέγων, διαμεμνῆσθαί μοι δοκεῖ τῶν εὐαγγελικῶν θεσπισμάτων, ὡς οὐδὲν ἐχόντων σκολιὸν, ἢ αἰνιγματῶδες, ἢ δυσκάτοπτον ὅλως, καὶ τῇ τοῦ γράμματος ἀσαφείᾳ κατημφιασμένον, καθὰ καὶ ὁ νόμος ὁ διὰ Μωσέως. Διὰ κύκλου γὰρ μακροῦ, καὶ περιόδου δυσχεροῦς, ἀμυδρῶς καὶ μόλις συνίεμεν τὰ Μωσέως. «Ὁ δὲ τοῦ Κυρίου λόγος,»

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
