# Expositio in Psalmos 69.881

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.881

τοὺς ἐπ' αὐτῷ πεποιθότας· οἷς καὶ δι' ἑνὸς τῶν ἁγίων προφητῶν ὧδέ πή φησι· «Καὶ ἔσται ὁ ἁπτόμενος ὑμῶν ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ.» Ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτόν. (B f. 103 b. C f. 69) Ἀποδείκνυσιν ὅτι κήδεται Θεὸς τῶν τὴν πρὸς αὐτὸν οἰκειότητα πεπλουτηκότων, πνευματικὴν δηλονότι· καὶ μὴν ὅτι τὴν ἐξ ἀγάπης αὐτοῖς ἐποπτείαν ἐπιδιδοὺς, παντὸς ἐπέκεινα τίθησι κακοῦ. «Ἰδοὺ» γὰρ, φησὶν, τόδε· Ἰδοὺ λέγων, μονονουχὶ καταδείκνυσιν ἀληθὲς ὂν τὸ χρῆμα, καὶ διὰ πείρας αὐτῆς ἐγνωσμένον. «Οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτόν.» Εἶτα τί τοῦτο τὸ ἰσοστατοῦν εἰς εὐημερίαν; Ἢ πῶς οὐκ ἁπάσης ἂν εἶεν ἔμπλεῳ θυμηδίας, οἷς ἂν ὑπάρχοι τὸ ἐποπτεύεσθαι παρὰ Θεοῦ; Καὶ γοῦν τὸ μὴ τούτου τυχεῖν δεδίασιν ἀναγκαίως οἱ τῆς εἰς αὐτὸν ἀγάπης ἀπηρτημένοι· οἳ καὶ τεθαρσήκασιν οὐκ ἐφ' ἑαυτοῖς μᾶλλον, ἀλλ' ἐπὶ τῶ κατοικτείροντι Θεῷ, ἐλπίδα τιθέντες τὸ ἔλεος αὐτοῦ. Ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν. (B f. 103 b, C f. 69) Ἐφορᾷ γὰρ, φησὶν, ὥστε καὶ ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν, καὶ οὐ πάντως σαρκικοῦ, νοητοῦ δὲ μᾶλλον. Ψυχῆς δὲ θάνατον εἶναί φαμεν, τὸ ἁλῶναι βρόχοις διαβολικοῖς, καὶ τοῖς τῆς ἁμαρτίας τέλμασιν περιπεσεῖν· καὶ πρός γε δὴ τούτοις, τὸ ἀσθενεῖν ἐν πειρασμοῖς, καὶ ὀκλάζειν ἐν δοκιμασίαις. Σκοπὸς οὖν ἄρα τῷ ἐπόπτῃ τῶν ἁγίων θεῷ, καὶ ἐκ θανάτου ῥύσασθαι τὰς τῶν φοβουμένων αὐτὸν ψυχὰς, καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ. Καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ. (B f. 104, C f. 69) Ἐμπίπλησι γὰρ αὐτὰς νοητῶς τε καὶ ἱερῶς, ἄρτον αὐταῖς ἐπιδιδοὺς τὸν ἐξ οὐρανοῦ, τουτέστιν τὸ ζωοποιὸν ἀληθῶς καὶ σωτήριον μάθημα, καὶ παράκλησιν τὴν διὰ τοῦ ἁγίου Πνεύματος, δι' ἧς πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν νευρούμεθα. Οὐ γὰρ λιμοκτονήσῃ Κύριος ψυχὴν δικαίαν. Ἔφη γοῦν, τὴν πνευματικὴν ἡμῖν ἁπλώσας τράπεζαν· «Φάγετε, καὶ πίετε, καὶ μεθύσθητε, οἱ πλησίον.» Ἡ δὲ ψυχή μου ὑπομένει τῷ Κυρίῳ. (B f. 104) Τὸ ὑπομένειν τῷ Κυρίῳ, οὐδὲν ἕτερον εἶναί φαμεν, πλὴν ὅτι τὸ ἑλέσθαι τληπαθεῖν ὑπέρ γε τῆς εἰς αὐτὸν ἀγάπης, καὶ ὀνησιφόροις ἱδρῶσιν ὁμιλεῖν, ἵνα τὸ αὐτῷ δοκοῦν κατορθώσειαν. Ὑπομονῆς γὰρ ἔχετε χρείαν, φησὶν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν. Ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν. (B f. 104) Ἆρ' οὖν ταῖς ἰδίαις δυνάμεσιν ψιλαῖς τε καὶ μόναις ἐπιθαῤῥήσαντες τὰ τοιάδε φασὶν, καὶ μέγα φρονοῦσιν ἐφ' ἑαυτοῖς; Οὐ μὲν οὖν· ἴσασι δὲ μᾶλλον ὅτι συνασπίζει Θεὸς, καὶ ὅτι συμπαραστάτην ἔχουσιν αὐτὸν ἐνισχύοντά τε καὶ σώζοντα. Τοιγάρτοι καὶ προσεπάγουσιν· «Ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν. Οὐκοῦν ὑπομενοῦμεν διὰ τοῦτο, φασὶν, καὶ διὰ πάσης καρτερίας δοκιμωτάτους ἑαυτοὺς πα-

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
