Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.884
Not analysed yet
ραστήσομεν, καὶ τὸν τῆς γνησιότητος ἀναδησόμεθα στέφανον, ὡς ἐπίκουρον καὶ προασπιστὴν ἔχοντες αὐτόν. Γένοιτο τὸ ἔλεός σου, Κύριε, ἐφ' ἡμᾶς. (C f. 69) Ἀκολουθείτω τὸ σὸν ἔλεος, ἤγουν ὑπαρξάτω τοῖς ἐλπίζουσιν ἐπὶ σέ. Γνησιότητος δὲ τοῦτο σημεῖον γένοιτο καὶ μάλα σαφές. Ὡς γὰρ ἐν αὐτῷ προσοικειωθέντες, καὶ ἐπ' αὐτῷ χαίροντες μόνῳ, καὶ τὰς ἐλπίδας ἔχοντες ἐπ' αὐτῷ, ζητοῦσι τὸ κατοικτείρεσθαι. ΨΑΛΜΟΣ ΛΓʹ. Τῷ Δαβὶδ, ὁπότε ἠλλοίωσεν τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ· καὶ ἀπέλυσεν αὐτὸν, καὶ ἀπῆλθε. (B f. 105, C f. 69) Τῶν ἐξ ἔθους οὐδὲν ἐπιγέγραπται τοῖς προκειμένοις· οὔτε γὰρ ᾨδὴν, οὔτε Ψαλμὸν ὠνόμασεν αὐτά. Ἔοικε τοίνυν χαριστηρίου τρόπον ἐπέχειν ἀνακομισθέντος Θεῷ, ὡς ἐκ προσώπου μὲν τοῦ θεσπεσίου Δαβὶδ, ὄντος γε μὴν οὐκ ἀνωφελοῦς καὶ ἑτέροις οἵπερ ἂν διὰ Θεοῦ ῥυσθεῖεν ἐκ πειρασμῶν, καὶ ἀπεκρούσαντο διὰ Θεοῦ τὰς τῶν διωκόντων αὐτοὺς καὶ τὰς λίαν ἀφορήτους οὔσας ἐπιβουλάς. Πότε δὲ ἠλλοίωσεν τὸ πρόσωπον αὐτοῦ, καὶ τίς ὁ Ἀβιμέλεχ, ἢ πῶς ἀπέλυσεν αὐτὸν, εἰπεῖν ἀναγκαῖον, ἐκ τῶν ἱερῶν Γραμμάτων ἐξυφαίνοντας τὴν ἀφήγησιν. Ἐδιώκετο τοίνυν κατὰ καιροὺς ὑπὸ τοῦ Σαοὺλ ὁ τρισμακάριος Δαβίδ· ἀντιφέρεσθαι δὲ οὔπω δυνάμενος, διὰ τὸ ἕπεσθαι τέως τοῖς ἐκείνου νεύμασιν τὸ μάχιμον ἅπαν τὸ ἐξ Ἰσραὴλ, ἐβουλεύσατο φυγεῖν πρὸς Ἀγχοῦν βασιλέα Γὲθ, ἤτοι τῶν ἀλλοφύλων, συμβούλῳ τῷ Ἰωνάθαν χρησάμενος. Εἶτα τῆς ὁδοιπορίας ἐχόμενος, περιέτυχεν τῷ ἱερεῖ Ἀβιμέλεχ ἐν τῇ πόλει Νομβάν· καὶ ἔκρυψε μὲν τὴν φυγὴν, ἀπεστάλθαι δὲ εἴρηκεν ὑπὸ τοῦ βασιλέως, ὡς καὶ τὴν ῥομφαίαν αἰτῆσαι τοῦ Γολιάθ. Καὶ οὐχ ὡμολόγησεν μὲν ὡς αὐτὸς εἴη Δαβὶδ ὁ κεχρισμένος εἰς βασιλέα διὰ χειρὸς τοῦ θεσπεσίου προφήτου Σαμουὴλ, ἀλλ' ὡς εἷς τις τῶν ἀγελαίων, ἄρτους ἐζήτει παρ' αὐτοῦ· ὁ δὲ ἔφασκεν ἑτέρους οὐκ εἶναι παρ' αὐτῷ πλὴν μόνους τοὺς τῆς προθέσεως κατὰ τὸν Μωσέως νόμον. Αἰτοῦντος δὲ καὶ αὐτοὺς τοῦ μακαρίου Δαβὶδ, καὶ τοῦ ἱερέως φάσκοντος μὴ ἄρα πώς ἐστιν ἐν μολυσμοῖς τὰ παιδάρια, ἔφασκεν ὅτι γυναικὸς ἀπέσχοντο τρίτην ταύτην ἡμέραν οἱ σὺν αὐτῷ πάντες τῆς ὁδοιπορίας ἐχόμενοι. Λαβὼν οὖν τοὺς ἄρτους ἔφαγεν. Ἐπεὶ τοίνυν ἄλλα μὲν εἶπεν, ἕτερα δὲ ἐφρόνει, ἠλλοιωκέναι αὐτὸν τὸ πρόσωπον αὐτοῦ φασιν. Εἶτα γεγονὼς ἐν Γὲθ, καὶ φοβηθεὶς τὰς τῶν ἐναντίων ἐπιβουλὰς, ὑπεπλάττετο μωρίαν, ὅτε, καθ' ἃ γέγραπται, καὶ σίελον κατέῤῥει κατὰ τοῦ πώγωνος, καὶ περιεφέρετο βαδίζων, ἔξω φρενὸς γεγονὼς καὶ κορυβαντιῶν. Καὶ τούτῳ τῷ τρόπῳ τῆς σωτηρίας τετύχηκεν. Ταυτησὶ τῆς ἱστορίας ποιεῖται μνήμην ἡ προγραφή. Ἰστέον δὲ ὅτι καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἔφη πρός τινας τῶν Φαρισαίων κατηγοροῦντας τῶν μαθητῶν, ὅτι περιτρίβοντες στάχυας ἤσθιον ἐν Σαββάτῳ· «Οὐ κατέγνωτε τί ἐποίησεν Δαβὶδ ὅτε ἐπείνα-