# Expositio in Psalmos 69.885

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.885

σεν αὐτὸς καὶ οἱ μετ' αὐτοῦ; πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἐξῆν αὐτῷ φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς;» Σεσωσμένος δὴ οὖν ὁ θεσπέσιος Δαβὶδ, καὶ πάντα πόλεμον διαφυγὼν, ἀνακομίζει τὸ χαριστήριον, καί φησιν· Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου. (C f. 69 b) Οὐδεὶς τῶν κατὰ σάρκα ζώντων, ἀλλ' εἴ τίς ἐστι τῶν πνευματικῶν καὶ ζωῆς τῆς τεθαυμασμένης ἔγκριτος ἐραστὴς, ἐρεῖ· «Τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου.» Οἱ γὰρ ψυχικόν τε καὶ γεῶδες ἔχοντες φρόνημα, «τὴν δόξαν ἔχουσιν ἐν τῇ αἰσχύνῃ αὐτῶν.» Οὐ γὰρ τοῦ βουλομένου τὸ ἔργον, ἀλλὰ τοῦ κατευθύνοντος ἡ χάρις. Ἀκουσάτωσαν πραεῖς καὶ εὐφρανθήτωσαν. (C f. 69 b) Εὐφρανθήτωσαν οἱ πραεῖς ἐπὶ τοῖς ψυχωφελέσι λόγοις, καὶ δὴ χαιρέτωσαν ἐπ' αὐτοῖς. Οἱ γὰρ σοφοὶ τὴν καρδίαν, σοφῶν ῥημάτων εἰσὶν ἐρασταὶ, καὶ προβλήσεις δέχονται τὰς ἐπ' ἀγαθοῖς, μελισμοῦ τινος δίχα. Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί. (C f. 70) Ἐπεὶ δὲ εἷς νοῦς, καὶ ἑνὸς ἀνδρὸς μελέτη, οὐδὲ πρὸς βραχὺ αὐταρκεῖ πρὸς τὴν τῶν μεγαλείων τοῦ Θεοῦ κατάληψιν, πάντας ὁμοῦ τοὺς πραεῖς εἰς τὴν κοινωνίαν ταύτης τῆς ἐνεργείας παραλαμβάνει. Προσέλθατε πρὸς αὐτὸν, καὶ φωτίσθητε. (C f. 70) Οἱ θέλοντες λέγειν τι περὶ τῆς θείας τε καὶ ἀνωτάτης φύσεως, οὐδὲν τῶν κατεῤῥιμμένων, ἤτοι ἀνθρωποπρεπῶν ἢ καὶ ἑτέρως ἐοικότων, τῇ γενητῇ καὶ πεποιημένῃ φύσει φρονοῦσι περὶ αὐτῆς ἢ λέγουσι, ἀλλ' ὅσα μᾶλλόν ἐστιν ὑψοῦ τε ἠρμένα, καὶ οὐδενὶ τῶν ἄλλων ἐνόντα. —Ζητεῖται ὁ Θεὸς οὐ τοπικῶς, ἐπεὶ μὴ ἐν τόπῳ [τὸ] Θεῖον, ἔξω δὲ πάσης περιγραφῆς, πληροῦν τὰ πάντα, κατὰ διάθεσιν δὲ δηλονότι, καὶ κατὰ τῆς λατρείας τὸν τρόπον· εὑρίσκεται γὰρ διά τε πρακτικῆς ἀρετῆς, καὶ δογματικῆς ὀρθότητος, κατὰ τὸ κρῖμά τε καὶ δικαιοσύνην ποιεῖν.— Ἔως τίς ἐστιν ἐν τοῖς τῆς φαυλότητος τρόποις καὶ βορβόροις ἐμβεβηκὼς τῶν σαρκικῶν ἐπιθυμιῶν, οὔπω πρόσεισι τῷ Θεῷ· ἀποφοιτᾷ γὰρ αὐτοῦ. Ἐπ' ἂν δὲ γένηται λάτρης Θεοῦ, καὶ διψήσῃ τὸ ἀγαθὸν, καὶ πάσης ἀρετῆς ἐπιστήμονα τὸν νοῦν ἀποφήνῃ, τότε πρόσεισι Θεῷ. —Τοῖς καθημένοις ἐν σκότει καὶ σκιᾷ θανάτου παρακελεύεται προσελθεῖν τῷ Κυρίῳ, καὶ ἐγγίσαι αὐτοῦ ταῖς ἀκτῖσι τῆς θεότητος, ἵνα ἐκ τοῦ προσεγγισμοῦ ἐλλαμφθέντες, χάριτι τῶν φωτισμῶν αὐτοῦ εἰς ἑαυτοὺς χωρήσωσιν. Ὁ Κύριος εἰσήκουσεν αὐτοῦ. (C f. 70 b) Εἴ τίς ἐστι μετριόφρων, τούτῳ ὁ Θεὸς

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
