Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.888
Not analysed yet
ἀνευρύνει τὸ οὖς· χαρίζεται δὲ καὶ λίαν ἑτοίμως αὐτοῦ τὰ αἰτήματα, ὥστε ἐκ πασῶν αὐτὸν ῥύεσθαι τῶν αὐτοῦ θλίψεων. Παρεμβαλεῖ ἄγγελος Κυρίου, κ. τ. λ. (C f. 70 b) Πειραζομένοις τοῖς ἁγίοις παρίστησιν ἀγγέλους ἀκονῶντας εἰς εὐανδρίαν, καὶ τὰς τῶν πλεονεκτούντων ἐφόδους ἀποσοβεῖν δυναμένους· οὐ γὰρ ἂν ἡ ἀνθρώπου διάνοια μόνη ἀντέσχε πρὸς τοσαύτην ἔφοδον ἐχθρῶν. [Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος. Ὥσπερ τῶν ὄψων αἱ γεύσεις σαφῶς παριστῶσι τῆς ἐνούσης αὐτοῖς ποιότητος μετ' αὐτοῦ ἡδέος τὸ γλυκὺ, οὕτω καὶ τῶν θείων χαρισμάτων ψιλαὶ οὐ μᾶλλον ἐπαγγελίαι τὴν δύναμιν ἑρμηνεύουσιν· ἀλλ' εἰ γένοιτό πώς τινας καὶ εἰς πεῖραν ἐλθεῖν, τότε δὴ μᾶλλον εἴσονται, καὶ μάλα σαφῶς τῆς ἐνούσης αὐτοῖς χάριτος τὴν ἐνέργειαν. Οὐκοῦν τοῖς ἀγεύστοις ἔτι τῆς τοῦ Θεοῦ γαληνότητος εὖ μάλα προσφωνητέον· «Γεύσασθε καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος.»] Μακάριος ἀνὴρ ὃς ἐλπίζει ἐπ' αὐτόν. (B f. 108) Τί οὖν ἄρα τὸ ἐπέκεινα πρὸς ἡμερότητα καὶ φιλανθρωπίαν τοῦ παντάπασιν ὀρέγοντος τοῖς ἀγαπῶσιν αὐτόν; Ὁ γὰρ ἐπ' αὐτῷ θέμενος τὴν ἐλπίδα, πάντη τε καὶ πάντως τρισμακάριος εἴη. «Ἀγαθὸν γὰρ τὸ ἐλπίζειν ἐπὶ Κύριον, φησὶν, ἢ ἐλπίζειν ἐπ' ἄρχοντας, οἷς οὐκ ἔστιν σωτηρία.» Σαθρὰ μὲν καὶ εὐδιάκλαστος ἡ ἐπ' ἀνθρώπου ἐλπίς· ἀσφαλὴς δὲ καὶ μένουσα πάντη τε καὶ πάντως ἡ ἐπὶ τῷ τῶν ὅλων Θεῷ. Φοβήθητε τὸν Κύριον, πάντες οἱ ἅγιοι αὐτοῦ. (B f. 108 b, C f. 70 b) Τοῖς ἁγίοις ἤδη καὶ ἀγαθοῖς τὴν φρένα, καὶ τὸν τῶν ὅλων εἰδόσι Θεὸν, εἰκότως ἐπιφωνεῖ τὸ, «Φοβήθητε τὸν Κύριον, πάντες οἱ ἅγιοι αὐτοῦ.» Ἀλλ' ἴσως ἐκεῖνο ἐρεῖ τις· Εἶτα πῶς, εἰπέ μοι, τοῖς ἡγιασμένοις ἤδη τὸ, «Φοβήθητε τὸν Κύριον,» ἐπιφθέγγεται; Ἔστιν γὰρ ὅλως ἐφικτὸν ἁγίοις εἶναί τισιν, οὔπω τὸν θεῖον ἐν ἑαυτοῖς ἐσχηκόσι φόβον; Εἶτα πῶς τοῦτο οὐκ ἀμαθές; Πεφόβηνται γὰρ πρῶτον, εἶθ' οὕτω γεγόνασιν ἅγιοι. Καὶ ἡ τῶν πραγμάτων τάξις ἀναγκαῖον ἔχει τουτονὶ τὸν λόγον. Τί οὖν ἄρα φαμέν; Τὸ, Φοβήθητε, τέθεικεν ἐν τούτοις ἀντὶ τοῦ Θαυμάσατε, ἤγουν καταπλάγητε. Καθάπερ ἀμέλει ὁ προφήτης Ἀμβακοὺμ τὰς τοῦ Σωτῆρος ἡμῶν θαυμάζων οἰκονομίας, «Κύριε, φησὶν, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην.» Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν. (C f. 70 b) Διαπίπτει ἐνίοτε τὰ ἀνθρώπινα, καὶ ἀδοκήτους δέχεται τὰς μεταβολὰς, ὡς τὸν χθὲς πλούσιον, ἐσχάτῃ πτωχείᾳ περιπεσεῖν· καὶ τὸν τρυφῶντα, ἄρτου λείπεσθαι στενοῦ. Ἀσφαλὲς γὰρ ἢ βέβαιον ἐν ἀνθρωπίνοις οὐδέν.