# Expositio in Psalmos 69.889

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.889

[»Οἱ ζητοῦντες τὸν Θεὸν,» τουτέστιν, οἱ ἀγαπῶντες αὐτὸν, καὶ τοῖς ἴχνεσιν αὐτοῦ κατακολουθεῖν σπουδάζοντες, καὶ κατορθοῦν ἐθέλοντες τὰ, οἷς αὐτὸς ἐπιγάννυται (δῆλον δὲ ὅτι πάντα τρόπον ἀρετῆς), οὐκ ἂν δεηθεῖεν πώποτε τῶν ἀναγκαίων εἰς ζωήν. Ἕψεται γὰρ αὐτοῖς, ὡς ἀγαθουργεῖν ᾑρημένοις, τὰ παρὰ Θεοῦ, καὶ χαρισμάτων τῶν ἄνωθεν πλουσία διανομὴ, καὶ τῶν ἐπιγείων ἡ μέθεξις· οὐκ εἰς τρυφὰς ἀποφέρουσα κοσμικὰς, ἐπιμετροῦσα δὲ μᾶλλον ταῖς τοῦ σώματος χρείαις τὸ ἀποχρὼν εἰς ζωήν.] Δεῦτε, τέκνα, ἀκούσατέ μου. (C f. 71) Διδασκαλίαν ἐθνῶν περιτίθεται, ἧς πρῶτον, τὸν φόβον τοῦ Θεοῦ εἶναί φησι· δεύτερον, τὸ μὴ καταλαλεῖν τῶν ἀδελφῶν· τρίτον, δόλου παντὸς παύειν τὰ χείλη· τέταρτον, ἀποχὴν παντὸς κακοῦ, καὶ ἐπιτήδευσιν ἀγαθοῦ· ἐπὶ πᾶσι τούτοις, εἰρήνης ἀντέχεσθαι· εἰρήνη δὲ ὁ Χριστός. Τούτων δὲ τὴν ἐπιτήδευσιν, ζωὴν εἶναι λέγει καὶ ἡμέρας ἀγαθάς. Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν; (B f. 109 b) «Τίς ἄρα, φησὶν, ἔστιν ἄνθρωπος,» τουτέστιν λογικός τε καὶ συνετὸς, ὃς δὴ καὶ βούλεται τὴν εἰς ἀπεράντους αἰῶνας ἀποκερδᾶναι ζωὴν, καὶ τυχεῖν εὐημερίας ἀκαταλήκτου καὶ μακρᾶς; Ἡκέτω τῶν ἐμῶν ἀκροασόμενος λόγων, ἁπλούτω τὸν νόμον, εἰσοικιζέσθω μάθημα τὸ σωτήριον. Ηὐτρέπισται γὰρ τοῖς τῆς ἐννόμου ζωῆς ἐρασταῖς ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Μόνον ἔστω ποιητὴς ἔργων ὁ διδασκόμενος. Ὁ γάρ τοι μεμαθηκὼς, εἶτα δρὰς τῶν ἀρίστων οὐδὲν, ἔοικε φαύλῃ τε καὶ ἁλμάδι γῇ, δεχομένῃ μὲν παρὰ τῶν γηπόνων σπέρματα, τικτούσῃ δὲ παντελῶς οὐδέν. Ὁ δὲ λόγων ἀκροατὴς καὶ ποιητὴς ἔργων, παρεικάζοιτο ἂν εἰκότως εὐκάρπῳ τε καὶ γονιμωτάτῃ γῇ. (C f. 71) Τίς ἐστιν ἄνθρωπος οὐρανικός τε καὶ συνετὸς, ὁ θέλων ζωὴν, οὐ τὴν κοινὴν ταύτην, ἢν καὶ τὰ ἄλογα ζῇ, ἀλλὰ τὴν ὄντως ζωὴν, τὴν θανάτῳ μὴ διακοπτομένην; Ἔστι δὲ ἡ ὄντως ζωὴ, ὁ Χριστός· οὐκοῦν καὶ ἡ ἡμετέρα ἐν αὐτῷ διαγωγὴ, ζωή ἐστιν ἀληθινή. Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ. (C f. 71) Τὸ μὲν οὖν θύραν ἐπιθεῖναι τῇ γλώττῃ, καὶ μὴ ἐᾷν ἀσχημόνως τοὺς πρὸς ἡμῶν ἰέναι λόγους, κατόρθωμά ἐστι καὶ εὐκαρπία σοφῆς καὶ ἁγίας ψυχῆς. (B f. 110) Χρὴ δὲ παραιτεῖσθαι καὶ πρό γε τῶν ἄλλων δυσφημίας τε καὶ ψευδορκίας, ψιθυρισμοὺς, καταλαλιὰς, λοιδορίας, αἰσχρολογίας, εἰκαιομυθίας, εὐτραπελίας· εὐλογεῖν δὲ μᾶλλον, καὶ μὴ καταρᾶσθαι, καὶ ταῖς εἰς Θεὸν ὑμνῳδίαις μονονουχὶ καταρυθμίζειν τὴν γλῶτταν, λαλεῖν ἀλήθειαν πρὸς τὸν πλησίον, ἀποπαύειν δὲ τὰ χείλη τοῦ μὴ λαλῆσαι δόλον. Δόλος δέ ἐστιν τὸ ψεῦδος, καὶ ἡ ἀπάτη, καὶ συκοφαντία, καὶ διαβολαὶ τὸ ἀληθὲς οὐκ ἔχουσαι.

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
