# Expositio in Psalmos 69.896

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.896

ὑπερόγκων θαυμάτων ἀποτελεστὴν ὁρῶντες αὐτὸν διασύρειν ἀπετόλμων Ἐν Βεελζεβοὺλ, λέγοντες, ἄρχοντι τῶν δαιμόνων ἐκβάλλει τὰ δαιμόνια. Καὶ οὔτε πιστεύειν ἤθελον αὐτοὶ, γεγόνασι δὲ καὶ ἐμπόδιον ἑτέροις. Ἔφη γοῦν ὁ Χριστός· «Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαὶ, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως, οὔτε ὑμεῖς εἰσέρχεσθε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε.» Ἔφασκον δήπου καὶ τοῖς ὄχλοις περὶ αὐτοῦ· «Δαιμόνιον ἔχει, καὶ μαίνεται· τί ἀκούετε αὐτοῦ;» [Ἔκχεον ῥομφαίαν. Ὅτι γὰρ οὐκ ἔπεμψεν ἁπλῶς κατ' αὐτῶν ῥομφαίαν, ἀλλ' οἷον ἐξέχεεν ποταμίου νάματος δίκην, ἀνιδρωτὶ κατοψόμεθα, τὰς τῶν Ἰουδαίων ἀναμετρήσαντες συμφοράς. Μετὰ γάρ τοι τὸν τοῦ Σωτῆρος σταυρὸν, ἔργον γεγόνασι ῥομφαίας· δεδαπάνηνται γὰρ τοῖς ξίφεσι τῶν καταπιπράντων πόλεις τε ὁμοῦ καὶ κώμας. Καὶ τοῦτο αὐτοῖς προμεμήνυκεν ὁ Σωτὴρ λέγων· «Ὅταν ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλὴμ, τότε ἐρεῖτε τοῖς ὄρεσι· Καλύψατε ἡμᾶς· καὶ τοῖς βουνοῖς· Πέσετε ἐφ' ἡμᾶς.» Εἰς τοσοῦτον γὰρ ἀθλιότητος καὶ ἀνηκέστου συμφορᾶς τὰ τῶν Ἰουδαίων κατηνέχθη πράγματα, ὥστε πολὺ δή τι τὸ ἄμεινον ἦν αὐτοῖς ὑπὸ πετρῶν καὶ ὀρῶν συνθραύεσθαι μᾶλλον, ἢ τοῖς ἀνημέροις ξίφεσι τῶν φονώντων περιπεσεῖν. Ὅτι δὲ καὶ συνεκλείσθησαν, τουτέστι πεπολιόρκηνται, πάλιν ἡμᾶς ὁ τῆς ἐπ' αὐτοῖς ἱστορίας διδάξει λόγος. «Οὐκοῦν σύγκλεισον, φησὶν, ἐξ ἐναντίας τῶν καταδιωκόντων με.»] Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου. (B f. 113 b) Τὴν οὕτω πικρὰν καὶ τό γε ἧκον εἰς αὐτοὺς ἀδιάφυκτον τῷ Σωτῆρι στήσαντες πάγην, οἷα τοῖς τοῦ θανάτου βρόχοις περιβαλόντες αὐτὸν, ᾐσχύνθησαν καὶ ἐνετράπησαν, ὅταν κατασείσας ὡς Θεὸς τοῦ θανάτου τὸ κράτος, ἤγειρεν τὸν ἑαυτοῦ ναόν. Ἀνεβίω γὰρ ἐκ νεκρῶν, καὶ ἀνέβη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν. Τότε δὴ τότε κατῃσχύνθησαν μὲν καὶ ἐνετράπησαν, ὡς ἔφην· ἀπεστράφησαν δὲ καὶ εἰς τὰ ὀπίσω. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω. (B f. 113 b) Ἑπεὶ δὲ οὐ προσήκαντο τὴν πίστιν, ἀλλ' ἔκ τε τῶν ἐναντίων ἐζήτησαν αὐτοῦ τὴν ψυχὴν, ἀπεστράφησαν εἰς τὰ ὀπίσω· γεγόνασι γὰρ ἀπόβλητοι, καὶ θεοστυγεῖς ἐκπεπτώκασι τῆς πρὸς Θεὸν οἰκειότητος, ἄγευστοι τῶν τῆς ἐπιδημίας μεμενήκασιν ἀγαθῶν, καὶ πρὸς τούτοις πᾶν εἶδος ἀνηκέστου συμφορᾶς αὐτοῖς ἐπενήνεκται. Καὶ πεπλήρωτο τὸ γεγραμμένον ἐπ' αὐτοῖς· «Καθὼς ἐποίησας, οὕτως ἔσται σοι τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σοι·» καὶ πάλιν, «Οὐαὶ τῷ ἀνόμῳ, πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ.» Ἃ γὰρ συνέβη παθεῖν αὐτοὺς, εἰδόσι λέγειν περιττὸν οἶμαί που. Αἰσχυνθῆναι δὲ καὶ ἐντραπῆναι συνέβη, καὶ μὴν καὶ ὀπίσω πεσεῖν καὶ αὐτοῖς τοῖς ἀκαθάρτοις πνεύμασιν καὶ πρό γε τῶν ἄλλων τῷ Σατανᾷ, οὗ τοῖς στρατηγήμασιν ἀκολουθήσαντες οἱ Ἰου-

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
