# Expositio in Psalmos 69.897

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.897

δαῖοι, σταυρῷ παρέδοσαν τὸν ἀρχηγὸν τῆς ζωῆς. Φαίη δ' ἂν, οἶμαι, τὶς καὶ οὐκ ἀπὸ σκοποῦ, καὶ τοῖς ἀνοσίοις αἱρετικοῖς πρέπον ὅτι μάλιστα, τὴν τῶν προκειμένων στίχων ἁρμόσαι δύναμιν. [Γενηθήτωσαν ὡσεὶ χνοῦς. Εἴρηταί που παρὰ Θεοῦ δι' ἑνὸς τῶν ἁγίων προφητῶν περὶ τῶν ἐξ αἵματος Ἰσραὴλ, ὅτι «Διασπερῶ αὐτοὺς εἰς πάντα ἄνεμον.» Οὐ γάρ τοι μεμενήκασιν ἐν ταῖς αὐτῶν πόλεσί τε καὶ χώραις· ἐσκορπίσθησαν δὲ μᾶλλον, καὶ ἐπηλύται γεγόνασι ξένοι καὶ πάροικοι, καὶ διαριπτούμενοι πανταχοῦ. Οὐκοῦν εἶεν ἂν ὡς χνοῦς, ὁ παντὶ πνεύματι παράφορος καὶ εὐρίπιστος. Οὕτω γάρ που καὶ ὁ Ψάλλων ἑτέρωθί που περὶ αὐτῶν φησιν· «Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως, ἀλλ' ἢ ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ἄνεμος ἀπὸ προσώπου τῆς γῆς.»] Καὶ ἄγγελος Κυρίου ἐκθλίβων αὐτούς. (B f. 114) Καὶ τὸ ἔτι τούτου φορτικώτερον· ἀγγέλου γὰρ ἐπιπίπτοντος, καὶ πᾶσαν αὐτῶν ἐπισωρεύοντος θλίψιν, ταῖς ἁπασῶν ἐσχάταις ὑποκείσονται συμφοραῖς. Οὕτως ἀνῃρῆσθαί φαμεν καὶ τὰ τῶν Αἰγυπτίων πρωτότοκα· καὶ μὴν καὶ τὰς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας, ὅτε Ῥαψάκης παλιμφήμους ἠφίει φωνὰς, καὶ τῆς θείας ὑπεροχῆς ἀνοσίως κατεθρασύνετο. «Ἐξῆλθεν γὰρ ἄγγελος Κυρίου, φησὶν, καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν ἀλλοφύλων ρπεʹ χιλιάδας.» Γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος. (B. f. 114. b) Εὑρήσομεν πλεισταχοῦ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν τοῖς εὐαγγελικοῖς προστάγμασιν τῆς αὐτοῦ παρουσίας, τῆς ἐν τῷδε τῷ κόσμῳ φημὶ, τὴν ὄνησιν ἐναργῆ καθιστῶντα καὶ λέγοντα· «Ἐγὼ φῶς εἰς τὸν κόσμον τοῦτον ἐλήλυθα.» Ἀπειθήσαντες τοίνυν οἱ Ἰουδαῖοι τῷ ἀληθινῷ, καὶ τὸν τῆς ἑαυτῶν διανοίας καμμύοντες ὀφθαλμὸν μεμενήκασιν ἐν σκότῳ. Καὶ τοῦτο ἡμῖν προφητικῶς ἄνωθεν ἀνεκεκράγει λόγος· «Ὑπομεινάντων γὰρ αὐτῶν, φησὶν, φῶς ἐγένετο αὐτοῖς σκότος· μείναντες αὐγὴν, ἐν ἀωρὶ περιεπάτησαν.» Τὸ δὲ, ὑπομεινάντων, φησὶν ἀντὶ τοῦ, προσδοκησάντων. Καὶ ἅγγελος Κυρίου καταδιώκων αὐτούς. (B f. 114 b) Περιολισθαίνουσιν τοίνυν, καὶ ἐν σκότῳ βαδίζουσιν, συνελαύνοντος καὶ εἰς τοῦτο αὐτοὺς ἀγγέλου Θεοῦ. Οὐ γὰρ δὴ συμπράττουσιν αὐτοῖς, ὡς ἔφην, αἱ λογικαί τε καὶ ἅγιαι δυνάμεις· ἀντανίστανται δὲ μᾶλλον ὡς μεμισημένοις παρὰ Χριστοῦ, καὶ τῆς πρὸς αὐτὸν οἰκειότητος ἐκσεσοβημένοις. Ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθοράν. (B f. 114 b) Ἐγκαλεῖν ἔχοντες μηδὲν, εἰς τοσοῦτο καὶ σκαιότητος ἐννοιῶν καὶ μὴν καὶ θράσους καὶ ἀνοσίων καθήκοντο τολμημάτων, ὥστε καὶ θανάτου καὶ φθορᾶς αὐτῷ διαπῆξαι πάγην· καίτοι λέγοντι σαφῶς· «Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας;

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
