Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.900
Not analysed yet
Εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;» Ἔνθα δὲ ὅλως οὐκ ἦν ἁμαρτίας εὕρεσις, ἐκεῖ που πάντως ἐστὶν τῶν διωκόντων τὸ μῖσος ἀπροφάσιστον παντελῶς. Ἕδραν δὲ καὶ βάσιν ἤγουν, ἀφορμὴν, τὸ φονᾷν οὐκ ἔχει. Μάτην ὠνείδισαν τὴν ψυχήν μου. (B f. 114 b) Ἆρ' οὐ δωρεὰν, οὐ μάτην αὐτοῦ τὴν ψυχὴν ὠνείδιζον, ποτὲ μὲν Σαμαρείτην καὶ φιλοπότην εἶναι διαβεβαιούμενοι, ποτὲ δὲ καὶ δαιμόνιον ἔχειν λέγοντες, καὶ πλανᾷν τοὺς ὄχλους, καὶ μὴν καὶ ἐν τῷ Βεελζεβοὺλ ἐργάζεσθαι τὰς θεοσημείας; Οὐκοῦν ἁλοῖεν ἂν εἰκῆ καὶ μάτην ἐπ' αὐτῷ θρασυστομήσαντες Ἰουδαῖοι, καὶ λαλήσαντες κατὰ τοῦ Θεοῦ ἀδικίαν, ἄραντές τε τὸ κέρας εἰς ὕψος, κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν. [Ἐλθέτω αὐτῷ παγὶς ἢν οὐ γινώσκει. Ἣν γὰρ οὐκ ἐγίνωσκον παγίδα, οὐκ ἃν πώποτε προσεδόκησαν, αὐτοῖς συμβήσεσθαι συμφορὰς, αὗται κατέλαβον αὐτούς. Ἐκβέβληνται γὰρ τοῦ καθηγεῖσθαι λαῶν, μᾶλλον δὲ συνδιολώσασιν αὐτοῖς, ἔργον γεγονότες ἐχθρῶν ἥλωσαν, καὶ πεπόρθηνται, καὶ[τί] γὰρ οὐχὶ τῶν ἐσχάτων αὐτοῖς συνέβη κακῶν;] Καὶ ἡ θήρα ἣν ἔκρυψαν, συλλαβέτω αὐτούς. (B f. 115) Ἡ θήρα ἣν ἔκρυψαν τῷ Χριστῷ, αὕτη συνέλαβεν αὐτοὺς, καὶ τῇ ἰδίᾳ παγίδι συνεπεπτώκασιν. Τεθήρανται γὰρ, ὡς ἔφην, ὑπενηνεγμένοι ταῖς δίκαις, καὶ πεπτώκασιν ὑπὸ τὸ λίνον τῆς θείας ὀργῆς· ὡς γάρ φησιν ὁ Παροιμιαστὴς, «Οὐκ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς· αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες θησαυρίζουσιν ἑαυτοῖς κακά· ἡ δὲ καταστροφὴ ἀνδρῶν παρανόμων κακή.» Γέγραπται δὲ πάλιν· «Ὁ κυλίων λίθον, ὑφ' ἑαυτῷ κυλίει.» Ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ Κυρίῳ. (B f. 115) Χρῆναί φημι διαμεμνῆσθαι τῶν λόγων ὧν ἐποιησάμην ἐν ἀρχαῖς τοῦ ψαλμοῦ. Ἔφην γὰρ ὅτι τὸ Χριστοῦ πρόσωπον εἰσκεκόμισται τῆς Ἰουδαίων ἀνοσιότητος, μονονουχὶ κατακεκραγὸς, πλὴν τοὺς τῇ κακώσει πρέποντας οὐ παραιτούμενον λόγους, ἀνθρωπίνως δὲ μᾶλλον ἢ θεοπρεπῶς διαλεγόμενον πλεισταχοῦ διὰ τὸ τῆς μετὰ σαρκὸς οἰκονομίας μυστήριον. Ἰδοὺ γὰρ ἰδοὺ κἀνθάδε ἐπὶ τῷ σωτηρίῳ τοῦ Πατρὸς εὐφραίνεσθαί φησιν, ὡς παρ' αὐτοῦ δηλονότι σεσωσμένος. Εὑρήσομεν δὲ καὶ αὐτοὺς τοὺς ἁγίους ἀποστόλους, οἲ καὶ αὐτόπται καὶ ὑπηρέται γεγόνασι τοῦ Λόγου, καὶ ταμίαι γνήσιοι τῶν ἱερῶν κηρυγμάτων, ἐγηγέρθαι λέγοντες αὐτὸν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, δόξαν τε καὶ κυριότητα λαβεῖν, ὑποταγέντων αὐτῷ τῶν ἐχθρῶν αὐτοῦ. Πάντα τὰ ὀστᾶ μου ἐροῦσι, κ. τ. λ. (B f. 115) Ὅταν τί λέγῃ Χριστὸν ἀνθρωπίνως, τοῦτο ἡμεῖς ἁρπάζομεν εἰς ὄνησιν ἑαυτῶν. Τί δὲ δὴ