# Expositio in Psalmos 69.901

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.901

καί φησιν; «Πάντα τὰ ὀστᾶ μου ἐροῦσι· Κύριε, Κύριε, τίς ὅμοιός σοι;» Ὅμοιον ὡσεὶ καὶ ἔφη τυχόν· Ἐξ ὅλης δυνάμεως καὶ ἰσχύος καὶ ἐξ αὐτῶν ὥσπερ τῶν ἐκ βάθους μυελῶν ποιήσομαι τὴν ὁμολογίαν· ἀπαράβλητον εἰς ἡμερότητα καὶ φιλανθρωπίαν ἀνατίθησιν [οἱ] τῷ τῶν ὅλων κρατοῦντι καὶ βασιλεύοντι. Ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ. (B f. 115 b, C f. 73) Γενικὸς ὁ λόγος καὶ ἀληθὴς κατὰ πάντων. Τὸν γὰρ πτωχὸν τῷ πνεύματι. καὶ συνεσταλμένον ἔχοντα τὸ φρόνημα, καὶ πᾶσαν ἐπὶ Θεῷ θέμενον τὴν ἐλπίδα, καταβιάζονταί τε καὶ διαρπάζουσιν, βαρβάρων ἀγρίων ἐπιπηδῶντες δίκην, ἄνδρες ἀλιτήριοι καὶ διαβολικῶν σκεμμάτων ὑπουργοὶ, καὶ δαιμονιώδους μανίας ἐκμεμεστωμένοι· καὶ προσέτι τούτοις καὶ αὐτὴ τῶν ἀκαθάρτων πνευμάτων ἡ ἀπηνεστάτη πληθύς. Ἐπιτρίζουσι γὰρ τοὺς ὀδόντας τοῖς εὐδοκιμεῖν ἐθέλουσιν, καὶ τοῖς θείοις νόμοις εὐήνιον ὑπέχουσι τὸν αὐχένα. Πλὴν οὐ κατὰ τὸ αὐτοῖς δοκοῦν πάντως τὸ τῶν πραγμάτων ἔρχεται πέρας· σώζει γὰρ τοὺς δικαίους ὁ πανσθενὴς τοῦ Θεοῦ Λόγος. Ἀναστάντες μοι μάρτυρες ἄδικοι, ἂ οὐκ ἐγίνωσκον ἠρώτων με. (B f. 115 b) Ἐνταῦθα σαφῶς τῆς Ἰουδαϊκῆς ἀνοσιότητος διαμνημονεύει Χριστὸς, καὶ τῶν εἰς αὐτὸν πεπαρῳνημένων ποιεῖται κατάλογον. Σεσυκοφαντήκασιν μὲν γὰρ αὐτὸν Πιλάτῳ προσάγοντες οἱ τῶν Ἰουδαίων καθηγηταί. Εἰσεκόμισαν γὰρ ψευδομαρτυροῦντάς τινας· «Οὗτος ἔφη, ὅτι Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θεοῦ, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῆσαι αὐτόν.» Καὶ αὐτοὶ δὲ τὰς αἰτίας εἰπεῖν ἐξαιτούμενοι δι' ἃς ἐπεφωνοῦντο, «Ἆραι, ἆραι, σταυροῦ αὐτὸν,» κατεψεύδοντο λέγοντες, ὅτι «Κωλύει φόρους διδόναι Καίσαρι, καὶ ὅτι ἀνασείει τοὺς ὄχλους.» Σεσυκοφαντήκασι δὲ καὶ πρὸ τοῦ τιμίου σταυροῦ, καὶ καθ' ἑτέρους τρόπους· ἔφασκον γὰρ τοῖς ὑπὸ χεῖρα λαοῖς· «Εἰ ἦν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρωπος, οὐκ ἂν ἔλυεν τὸ Σάββατον.» Διετείνοντο δὲ ὅτι καὶ δαιμόνιον ἔχει καὶ μαίνεται, φάγον τε καὶ οἰνοπότην, ἐνεργοῦντά τε διὰ τοῦ Βεελζεβοὺλ, ὠνόμαζον αὐτόν. [Ἀνταπεδίδοσάν μοι πονηρά. Εὐεργετοῦντα γὰρ ἐλοιδόρουν, παρακαλοῦντα πρὸς σωτηρίαν, λίθοις ἔβαλλον αὐτὸν, νουθετοῦντα πανσόφως, καὶ ἐμβιβάζοντα ταῖς εἰς εὐσέβειαν ἀποκομιζούσαις τρίβοις, ὕβριζον οἱ τάλανες, καὶ προσέτι καὶ ἐπεβουλεύοντο, ὥστε καὶ ἀτεκνίαν αὐτῷ κατασκευάζειν.] Καὶ ἀτεκνίαν τῇ ψυχῇ μου. (B f. 116 b) Ἔθος τῇ θείᾳ Γραφῇ υἱοὺς ὀνομάζειν κατὰ μαθητείαν τῶν μυσταγωγεῖν εἰωθότων τοὺς μυσταγωγουμένους. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος ἐπιστέλλων τισίν· «Ἐν γὰρ Χριστῷ Ἰησοῦ, φησὶν, διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα·» καὶ μὴν καὶ Γαλάταις· «Τεκνία, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
