Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.909
Not analysed yet
ματος αὐτοῦ, κατὰ τὸ γεγραμμένον· ἀλλ' ἠλέγχοντο λέγοντος τοῦ Χριστοῦ· «Τί με πειράζετε, ὑποκριταί;» Εἶδες, Κύριε, μὴ παρασιωπήσῃς· Κύριε, μὴ ἀποστῇς ἀπ' ἐμοῦ. (B f. 119) Αἰτεῖ παρὰ τοῦ Πατρὸς κατὰ τῶν εἰς αὐτὸν πεπαρῳνημένων γενέσθαι τὴν κίνησιν. Καὶ μονονουχὶ διαμαρτύρεται λέγων· «Εἶδες, Κύριε, μὴ παρασιωπήσῃς.» Βούλεται γὰρ οὐκ ἕτι μὲν ἐπ' αὐτοῖς ἀνεξικακῆσαι τὸν Θεὸν καὶ Πατέρα, κατεξαναστῆναι δὲ ὥσπερ, καὶ συστείλαντα τὴν μακροθυμίαν, αἰτῆσαι δίκας αὐτοὺς τῶν εἰς αὐτὸν οὐχ ὁσίως πλημμελημένων. Καὶ ταῦτά φησιν οὐκ ἀεργὴς ὢν αὐτός· οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκεν τῷ Υἱῷ. —(B f. 119 b) Λέγων δὲ τὸ Μὴ ἀποστῇς ἀπ' ἐμοῦ, διαδείκνυσιν ἐναργῶς ὅτι πάμμεγα πρὸς σωτηρίαν ἐφόδιον τὸ μόνον ἔχειν παρεστηκότα καὶ συνασπίζοντα τὸν τῶν ὅλων Θεόν. Οἱ γὰρ τούτου λαχόντες τὴν μέθεξιν, πάντη τε καὶ πάντως περιέσονται τῶν ἐχθρῶν, καὶ τὰς τῶν πολεμούντων αὐτοῖς ἐφόδους διακρούσονται γεννικῶς, καὶ οὐκ ἀνελοῖεν πώποτε γεγονότες ὑπ' αὐτοῖς. Κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην σου. (B f. 119 b) Ἐξήνεγκεν ὁ Θεὸς καὶ Πατὴρ ὅσιον ἐφ' Υἱῷ τὸ κρῖμα· οὐ γὰρ συγκεχώρηκεν ἀκαταλήκτως ἐπιχειρεῖν αὐτῷ τοὺς εἰς αὐτὸν δυσσεβήσαντας, ἔσβεσε δὲ μᾶλλον αὐτῶν τὸν γέλωτα. —Ὡς κρῖμα δίκαιον αἰτεῖ τῇ τοῦ Πατρὸς δικαιοσύνῃ πρεπωδέστατον τὸ μὴ ἀφεῖναι τοῖς ἀποκτείνασιν αὐτὸν ταῖς κατ' αὐτοῦ θυμηδίαις ἐντρυφᾷν, μήτε μὴν ἐπιγάννυσθαι πεπονθότι, καὶ τοῦτο μέχρι παντός. Μὴ εἴποισαν ἐν καρδίαις αὐτῶν· Εὖγε, εὖγε, τῇ ψυχῇ ἡμῶν· μηδὲ εἴποισαν· Κατεπίομεν αὐτόν. (B f. 119 b) Διὰ τοῦτο ἔσβεσε τῶν Ἰουδαίων ὁ Θεὸς καὶ Πατὴρ τὸν γέλωτα, ἵνα μὴ λέγοιεν ἐν ταῖς ἑαυτῶν καρδίαις· «Εὖγε, εὖγε, τῇ ψυχῇ ἡμῶν.» Εἰ γὰρ μεμένηκεν ὁ Χριστὸς ἐν μόνῳ τῷ σταυρωθῆναι καὶ ἀποθανεῖν, ἔφασαν ἂν εἰκότως οἱ ἀποκτείναντες αὐτόν· «Εὖγε, εὖγε, τῇ ψυχῇ ἡμῶν,» καὶ προσέτι τοῦτο τὸ, «Κατεπίομεν αὐτόν.» Ἐπειδὴ δὲ αὐτοὶ μὲν γεγόνασιν ἐν παντὶ κακῷ, κατεμπρησθείσης αὐτῶν ἁπάσης τῆς χώρας καὶ πολέμου δαπανήσαντος τοὺς ἐν αὐτῇ· ὁ δὲ πεπονθὼς δοξάζεται λέγοντος αὐτῷ τοῦ Θεοῦ καὶ Πατρός· «Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς·» ἔτι τε πρὸς τοῦτο· «Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου·» πέπτωκεν ἡ τῶν Ἰουδαίων ὀφρὺς, εἰς γῆν κατηνέχθη τὸ φρόνημα, καὶ οὐκ ἐπέχαρον αὐτῷ, οὔτε μὴν ἴσχυσαν εἰπεῖν· «Κατεπίομεν αὐτόν.» Ἀγαλλιάσθωσαν καὶ εὐφρανθείησαν οἱ θέλοντες τὴν δικαιοσύνην μου. (B f. 120) Οὐδὲν ἧττον τῶν ἐννοιῶν ἡ δύναμις κατὰ παντὸς ὁτουοῦν ἔρχεται τοῦ θέλοντος αὐτοῦ τὴν