Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.913
Not analysed yet
ὑψηλότερον δὲ κατηγορίαν ὁ ψαλμὸς περιέχει τῆς ὑπερηφανίας τοῦ λαοῦ Ἰουδαίων, καὶ τῆς κακίας ἔλεγχον, καὶ μὴν ὑμνολογίαν τῶν δικαίων κριμάτων, δι' ὧν ἔσωσε τὴν ὑπ' οὐρανὸν ὁ Κύριος· πρὸς δὲ τούτοις εὐχαριστίαν πρὸς τὸν Πατέρα ὑπὲρ ὧν εὐηργέτησε διὰ τοῦ Υἱοῦ· ἐφ' ἅπασι δὲ τούτοις εὐχὴν ἀσφαλιζομένην τοῦ μὴ πεσεῖν εἰς ὑπερηφανίαν. Τὸ μὲν οὖν εἰς τέλος, ὅ τί ποτέ ἐστι, πολλάκις εἴρηται, καὶ φορτικὸν ἴσως τὸ ταυτολογεῖν. Τό γε μὴν ἐπιγεγράφθαι «Τῷ δούλῳ Κυρίου τῷ Δαβὶδ,» διαδείκνυσιν ὅτι πρέποι ἂν τὴν ᾠδὴν ἀνακεῖσθαι τῷ προσώπῳ τοῦ θεσπεσίου Δαβὶδ, ἅτε δὴ καὶ ἁγίῳ γεγονότι καὶ τῆς ἑαυτοῦ διανοίας τὸν αὐχένα τοῖς θείοις ὑποτιθέντι ζυγοῖς. Ἔφη γὰρ περὶ αὐτοῦ πρὸς τὸν Σαμουὴλ ὁ Θεός· «Εὗρον Δαβὶδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.» Εἰ δὲ δή τις εἴη καὶ ἕτερος δοῦλος Θεοῦ, καὶ πολιτείαν ἔχων ἁγιοπρεπῆ, κεχρήσεται καὶ αὐτὸς τῇ τοιᾷδε προσευχῇ πρὸς τὸν Θεόν· περιέχει γὰρ αὐτῆς ἡ δύναμις ψόγον μὲν τῶν ὁλοτρόπως κεκλικότων εἰς τὸ πλημμελεῖν. Εἶτα τὴν τοῦ Θεοῦ γαληνότητα τοῖς αὐτῇ πρέπουσιν ἐπαίνοις στεφανοῖ, καὶ καθίστησιν ἐραστὰς τῆς παρ' αὐτοῦ μεγαλοδωρεᾶς τοὺς μονοτρόπως αὐτῷ δουλεύοντας καὶ τὴν οἰκείαν αὐτῷ ζωὴν ἀνατεθεικότας. Πρὸς δὲ τῷ τέλει, τὰ τοῖς παρανόμοις συμβησόμενα δηλοῖ· συνελαύνων πανταχόθεν ἑαυτόν τε καὶ τοὺς ἐντευξομένους, εἰς ὁσίαν καὶ ἀβέβηλον ζωήν. Ἄρχεται δὲ οὕτως τῆς προσευχῆς. Φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ· οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ. (A f. 186 b, B f. 121, C f. 75) Τουτέστιν ἡγεῖται μηδένα βλέπειν αὐτοῦ τὰ βουλεύματα· ἅπαξ δὲ προθέμενος τοῦ παρανομεῖν, ἔξω τῶν ὀφθαλμῶν αὐτοῦ τὸν τοῦ Θεοῦ τίθεται φόβον. Φαμὲν δὲ εἶναι παράνομον τὸν τοῖς θείοις νόμοις εἰς ἅπαν ἀπειρηκότα, ὡς μηδὲ εἶναι θέλειν αὐτοὺς, ἀγέρωχον δὲ παντελῶς καὶ ἐξίτηλον διαβιῶναι ζωὴν, καὶ οἷον ἀμεταστρεπτὶ τρέχουσαν εἰς πέταυρον ᾅδου, καὶ εἰς παγίδα θανάτου. Τῶν οὕτω βιοῦν εἰωθότων μέμνηταί που τὸ Γράμμα τὸ ἱερὸν, οὕτω τέ φησιν περὶ ἑκάστου· «Λέγει δὲ Κυρίῳ· Ἀπόστα ἀπ' ἐμοῦ, εἰδέναι ὁδούς σου οὐ βούλομαι.» Ὁ τοιοῦτος τετύφλωται, φησὶ, καὶ τοῖς τῆς διανοίας ὄμμασι τὸν τοῦ Θεοῦ φόβον οὐχ' ὁρᾷ, δι' οὗπερ ἂν γένοιτο θερμὴ μὲν ἔφεσις εἰς ἀγαθουργίαν, ἄμαχος δέ τις καὶ δυσάντητος προθυμία πρός γε τὸ χρῆναι βιῶναι λαμπρῶς. Οἱ γὰρ ἀφοβίαν Θεοῦ νοσοῦντες, οὐδὲν μὲν εἶδος κακίας ὀκνοῦσι· κρύπτουσι δὲ ὑπὸ φόβου πολλάκις ἢ αἰσχύνης τῷ πλησίον κωλυόμενοι ταύτην ἐξαγαγεῖν.