# Expositio in Psalmos 69.916

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.916

Ὅτι ἐδόλωσεν ἐνώπιον αὐτοῦ. Ἑτέραν ἀποδίδωσι πρόφασιν τῆς ἀρτίως ἡμῖν εἰρημένης νόσου. Οὐ γὰρ πεπόρευται, φησὶ, μετὰ ἀληθείας ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ. Τοῦτο γὰρ, «Ἐδόλωσε,» κατασημαίνειεν ἂν, οἶμαί που. Ἀκολουθεῖ δὲ πλειστάκις τοῦ παρανομεῖν εἰωθόσι, καὶ βούλεσθαί τινα δόξαν ἔχειν ἐπιεικείας ἐν ὀφθαλμοῖς ἀνθρώπων, καὶ ὑποκρίνεσθαι μὲν τὸ εἶναι χρηστοὶ, δόλον δὲ ὥσπερ καὶ ἀπάτην ἐργάζεσθαι, οὐχ ὅπερ εἰσὶ κατὰ ἀλήθειαν ὁρᾶσθαι ζητῶντες, ὑποκλέπτοντες δὲ μᾶλλον τῆς ἐπιεικείας τὴν δόξαν. Ἴδοι δ' ἄν τις τοιοῦτον καὶ δι' ὧν αἰσχύνεται τὸ δοκεῖν εἶναι κακὸς, τῆς ἑαυτοῦ ζωῆς τὸ ἀτερπὲς καθορίζοντα. Εἰ γὰρ οἶδεν ὅτι κοσμεῖ ἡ ἁμαρτία, πῶς αὐτὴν ἡγεῖται φευκτήν; Εἰ δὲ τοῖς ἰδίοις τρόποις ἐπερυθριᾷ, ψηφοφορεῖ καθ' ἑαυτοῦ τῆς παρανομίας τὰ ἐγκλήματα. Δεῖ δὴ οὖν ἄρα βιοῦν ἡμᾶς ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ δίχα δόλου παντὸς, ἵν' εὑρεθῶμεν κατὰ τὸν μακάριον Ναθαναὴλ, περὶ οὗ φησιν ὁ Σωτήρ· «Ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστιν.» Τοῦ εὐρεῖν τὴν ἀνομίαν αὐτοῦ καὶ μισῆσαι. (B f. 121 b) Εἰ ἔσχεν ἐν ὀφθαλμοῖς τὸν τοῦ Θεοῦ φόβον, εὗρεν ἂν τὴν ἀνομίαν ἑαυτοῦ, καὶ ἐμίσησεν αὐτὴν, ὥστε καὶ ἀποφοιτῆσαι μὲν τῆς εἰς τὰ φαῦλα ῥοπῆς, μεθορμισθῆναι δὲ πρὸς ἀγαθουργίαν, καὶ οἷον ἐκ βυθοῦ κακῶν ἀνενεγκεῖν δύνασθαι πρὸς ἀγαθὴν καὶ φιλάρετον ἕξιν τε καὶ ζωήν. Οὐκ ἠβουλήθη συνιέναι τοῦ ἀγαθῦναι. (B f. 121 b) Πάμμεγα πρὸς ἐγκλήματος δύναμιν τὸ μηδὲ ἀνασχέσθαι μαθεῖν τίνα τρόπον χρηστὸς ἂν καὶ ἀγαθουργός· καὶ ἀπόδειξις ἂν εἴη σαφὴς τοῦ κατολισθῆναι εἰς πυθμένα φαυλότητος τὸν κατώτατον, μηδὲ ὅσον εἰπεῖν κἂν γοῦν ἄκρῳ δακτύλῳ θέλειν ἀποθίγειν μαθημάτων τῶν ἱερῶν, δι' ὧν ἄν τις ἐν ἑαυτῷ συλλέξαιτο τὴν ἐφ' ἅπασιν τοῖς ἀρίστοις ἡμᾶς ἀποκομίζουσαν ἐπιστήμην. Ἀπαίδευτος οὖν ὁ παράνομος, καὶ μαθημάτων τῶν εἰς σωτηρίαν καὶ ζωὴν ἀμέτοχος παντελῶς. Τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομία καὶ δόλος. (C f. 75) Οὐ γλώσσῃ κέχρηται σοφῇ τε καὶ ἐπιστήμονι, καὶ θύρας ἐχούσῃ καὶ μοχλὸν, ἀθυροστομεῖ δὲ οὕτως καὶ κίβδηλον πανταχοῦ ποιεῖται τὸν λόγον, ὡς ἐπίμεστον ὁρᾶσθαι καὶ ἀνομίας καὶ δόλου· ἀνομίας μὲν, ὡς ἐπὶ τῶν Ἰουδαίων δι' ἃς ἐπήγαγον ὕβρεις Χριστῷ· δόλου δὲ, ὅτι καὶ παγιδεύειν αὐτὸν βουλόμενοι, χρηστοῖς προσῄεσαν λόγοις. Ἀνομίαν ἐλογίσατο ἐπὶ τῆς κοίτης αὐτοῦ. (B f. 121 b) Οἱ μὲν γὰρ τοῖς ἱεροῖς εἴκοντες νόμοις, οἱ καυχήμασιν ἁγιοπρεπέσιν ἐνιδροῦν εἰωθότες, οἱ τὴν εὐκλεᾶ καὶ ἀκατάψεκτον διαβιοῦντες ζωὴν, καὶ ταῖς καθηκούσαις δοξολογίαις τὸν ἁπάντων Σωτῆρα καταγεραίρουσιν· «Μεσονύκτιον γὰρ, φησὶν, ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου,» ἤγουν ταῖς θείαις περιτυγχάνον-

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
