# Expositio in Psalmos 69.917

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.917

τες Γραφαῖς, εὐωδίας πάσης πνευματικῆς τὸν οἰκεῖον ἀναπιμπλῶσι νοῦν, καὶ τὰς ἐφ' ἅπασιν τοῖς ἀγαθοῖς περιεργάζονται τρίβους, καὶ ἀναζητοῦσι λεπτῶς τίνα δὲ τρόπον γένοιντ' ἂν ἑαυτῶν ἀμείνους, τρέχοντες εἰς εἴδησιν ἐπιεικείας τε ὁμοῦ καὶ λαμπρότητος ἁγιοπρεποῦς. Οἱ δέ γε φαῦλοι καὶ παράνομοι τὸν τῆς ἡσυχίας καιρὸν δαπανῶσιν εἰς πονηρίας, καὶ ταῖς εἰς πᾶν ὁτιοῦν τῶν φαύλων διασκέψεσιν τὴν ἑαυτῶν καρδίαν καταμολύνοντες, τὸν τῶν ἐκτόπων ἐννοιῶν καρπὸν, μονονουχὶ διαυγαζούσης αὐτοῖς ἡμέρας, ἐκφέρουσιν· παρίστανται γὰρ ὁδῷ οὐκ ἀγαθῇ. Παρέστη πάσῃ ὁδῷ οὐκ ἀγαθῇ. (B f. 122) Προήκει δὲ φαυλότητος εἰς τοῦτο αὐτοῖς ὁ νοῦς, ὥστε μηδὲ προσοχθῆσαι τῇ κακίᾳ πώποτε. Οὐ γὰρ γεγόνασιν μισηταὶ τῶν ἐκτόπων οἱ παρανομεῖν εἰωθότες· οὐ γὰρ ἂν ἔδρασαν αὐτὰ μισεῖν εἰρημένοι. Κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου, καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν. (A f. 188, B f. 122, C f. 75) Τινὲς δὲ ἀκούσαντες ὅτι «Ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν,» καὶ ἀπατηθέντες ἐντεῦθεν, ἀπρονόητα τὰ ὑπὸ σελήνην ἀπεφῄναντο· ὧν ἐστι καὶ Ἀριστοτέλης. Ἀλλ' οὕτω μέν τινες τὸ τῆς ἱστορίας φεύγοντες πάχος, εἰς τροπολογίας ἀναβαίνουσιν, οὐρανοὺς μὲν λέγοντες τοὺς ἐν οὐρανοῖς ἀγγέλους, νεφέλας δὲ τοὺς προφήτας, ὄρη δὲ Θεοῦ λογικὰς καὶ ὑψηλὰς δυνάμεις, ἢ τοὺς ἠρμένους ὑψοῦ κατ' ἀρετὴν ἀνθρώπους. Ἀλλ' ἔν γε τοῖς προκειμένοις, οὐκ ἐπὶ καιροῦ τὰ τοιάδε νοηθεῖεν. Οὐ γὰρ ἐν μόνοις τοῖς ἁγίοις ἀγγέλοις ἐστὶ τὸ ἔλεος τοῦ Θεοῦ, οὔτε μὴν ἐν μόνοις τοῖς ἐν ὕψει γενομένοις κατ' ἀρετὴν ἡ τοῦ Θεοῦ δικαιοσύνη γίνεται, ἀλλ' εἰς πάντας ἀνθρώπους ἡ τῆς θείας ἡμερότητος ἐκτείνεται χάρις. Ἐν δὲ τῷ οὐρανῷ τὸ ἔλεος τοῦ Θεοῦ, καὶ ἕως τῶν νεφελῶν τὴν ἀλήθειαν ᾖρθαί φησιν, ἐοικέναι δὲ καὶ ὄρεσι τὴν δικαιοσύνην αὐτοῦ, ἵνα τὸ ὑψηλὸν καὶ ὑπερηρμένον καὶ ὑπερκείμενον νοῶμεν διὰ τῶν ὠνομασμένων. Τί γὰρ ὑψηλότερον οὐρανοῦ καὶ νεφῶν καὶ ὁρῶν; Ὃ δὲ κατασκευάζει, τοιοῦτόν ἐστιν· Ὁ ἐλεήμων, φησὶ, καὶ ἀληθινὸς καὶ δίκαιος οὐ κατοικτείρειν ἐπίσταται μόνον, ἀλλὰ γὰρ καὶ ὡς ἀληθινὸς μισεῖ τοὺς δόλον ἔχοντας εἰς νοῦν, καὶ ἀπάτῃ συντεθραμμένους. Καὶ ὡς δικαιοσύνην ἔχων, ἥτις φιλονεικεῖ τοῖς λίαν ἠρμένοις τῶν ὀρῶν, ἐποίσει πάντως τοῖς μὲν ἀγαθοῖς τὴν αὐτοῖς πρέπουσαν τῶν χαρισμάτων διανομὴν, τοῖς δ' αὗ πονηροῖς τὴν ἰσόῤῥοπον δίκην. Ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε. (A f. 188 b, C f. 75 b) Καὶ ἐνταῦθα δέ τι ὅμοιόν ἐστι τοῦ Παύλου· ἐπειδὴ γὰρ ἔμελλε τῶν δύο λαῶν τὴν σωτηρίαν διηγήσασθαι, οἳ καὶ σημαίνονται διὰ τῶν ἀνθρώπων καὶ τῶν κτηνῶν, ἀνθρώπων μὲν τῶν

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
