# Expositio in Psalmos 69.928

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.928

ἀναμφίεστον τῷ Θεῷ τὴν σεαυτοῦ δεικνὺς πολιτείαν. Αὐτὸς δὲ τί ποιήσει; Ἐν τῷ μέλλοντι αἰῶνι ἐμφανῆ καταστήσει. καὶ οἷον περίοπτον ἀποφανεῖ, λαθεῖν οὐκ ἐῶν τῆς σῆς εὐζωΐας τὸ κάλλος. Ἔσται γὰρ ἅπασιν ἐναργὴς ἡ δικαιοσύνη σου δίκην φωτὸς ἀναλάμπουσα, φωτὸς μεσημβρινοῦ· μεσημβρία γε μὴν ὀνομάζεται τῆς ἡμέρας αὐτὸ τὸ μεσαίτατον· καί σε κρινεῖ ἄξιον εἶναι φωτὸς ἐκεῖ. Ὑποτάγηθι τῷ Κυρίῳ καὶ ἱκέτευσον αὐτόν. (A f. 193, B f. 126) Αὐτὸς μέν σε ἄξιον φωτὸς ἀποδείξει ἐν τῷ μέλλοντι αἰῶνι, σὺ δὲ ἐνταῦθα ὑποτάγηθι αὐτῷ. Δύο δὲ ταῦτα τίθησιν ἁγιοπρεπῆ κατορθώματα καὶ οἷον ἀλλήλων ἐχόμενα, τὸ ὑποτάσσεσθαί φημι τῷ Κυρίῳ, καὶ τὸ ἱκετεύειν αὐτόν· ἑκάτερον δὲ αὐτῶν πρέποι ἂν ταῖς ὅτι μάλιστα τῶν ἁγίων ἱκετείαις, καὶ τοῖς τὴν χρηστότητα μελετᾷν εἰωθόσιν. Ἐν μὲν γὰρ τῷ ὑποτάττεσθαι Κυρίῳ ἁπάσης ἐντολῆς νοεῖται πλήρωσις· ἥκει [al. cod. εἴκει] γὰρ τοῖς αὐτοῦ νόμοις καὶ τρυφερὸν, καὶ εὐήνιον ὑποφέρει τὸν αὐχένα, ὁ θελήμασι τοῖς δεσποτικοῖς ἐνευδοκῶν, ἀλλὰ μὴ ἀπειθείας καταδεχόμενος ὑπομένειν γραφήν. Ἐν δὲ τῷ ἱκετεύειν αὐτὸν, τὸ δοξολογεῖν ἐστι, καὶ τὰς εὐρύθμους ἀναφέρειν ᾠδὰς συμπεπλεγμένης εὐχῆς, καὶ οἷόν τινος νοητοῦ θυμιάματος τῆς τῶν ἔργων φαιδρότητος, συνευοδιαζούσης παρὰ Θεῷ. Ὑποταγὴν οὖν ἐνταῦθα λέγει, τὴν τῶν κακῶν ἀναχώρησιν· οὐδεὶς γὰρ ἁμαρτάνων ὑποτέτακται τῷ Κυρίῳ. Παῦσαι ἀπὸ ὀργῆς, καὶ ἐγκατάλιπε θυμόν. (A f. 193 b, B f. 126 b) Ἐπωφελὲς τὸ παράγγελμα, καὶ τοῖς ὑποτεταγμένοις Θεῷ πρεπωδέστατον. Χρὴ γὰρ, φησὶ, πράους τε αὐτοὺς ὑπάρχειν καὶ εὖ μάλα καθεστηκότας, καὶ ἀταραξίαν ἔχοντας εἰς νοῦν, ἀγαπῶντάς τε διαπαντὸς τὴν ἀπό γε τῆς μακροθυμίας εὐδίαν, καὶ τῶν ἐξ ὀργῆς κυμάτων ἀποφοιτᾷν. Γέγραπται γὰρ ὅτι Ὀργὴ ἀπόλλυσιν καὶ φρονίμους. Καὶ πάλιν· «Ἀνὴρ δὲ θυμώδης οὐκ εὐσχήμων.» Τῶν γὰρ παθῶν τινα μὲν οὐ πίπτει εἰς πολλοὺς, ἀλλὰ καὶ οἱ τυχόντες ἀπέβαλον αὐτὰ προκόπτοντες· τὸ δὲ μιαρὸν τοῦτο πάθος ἡ ὀργὴ, ἐκκαίει καὶ τοὺς δοκοῦντας εἶναι φρονίμους· καὶ ταράσσει, οὐ τινὰ μὲν, τινὰ δὲ οὒ, ἀλλὰ κινδυνεύω λέγειν πάντας ἀνθρώπους, παρὲξ τοῦ τελείου, ἐάν που εὑρεθῇ τις τέλειος. Μὴ παραζήλου ὥστε πονηρεύεσθαι, ὅτι οἱ πονηρευόμενοι ἐξολοθρευθήσονται. (A f. 193 b) Λεγέσθω καὶ παρὰ Δαβὶδ τὰ τοῦ Παύλου, ὅτι «Τὰ αὐτὰ λέγειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές.» Οὐ γὰρ ἔχει κόρον παρά γε τοῖς φιλομαθέσι, τὸ πλειστάκις εἰς νοῦν τοὺς περὶ τῶν αὐτῶν ὀνησιφόρους εἰσοικίζεσθαι λόγους. Τοῦτό τοι καὶ νῦν ὁ Ψάλλων ἐργάζεται, ἄνω τε καὶ κάτω ἀνακυκλῶν τὸ σοφὸν δὴ τοῦτο καὶ ἀξιάκουστον ἄκουσμα· τὸ Μὴ παραζήλου, φημὶ, ὥστε πονηρεύεσθαι, ἵνα μὴ ὁλόῤῥιζος ἐκ γῆς ἀπολῇ· καὶ γὰρ οἱ πονηρευόμενοι ἐξολοθρευθήσονται ἐν τῷ αἰῶνι, δηλαδὴ τῷ μέλλοντι. Ἐξολοθρευθῆναι δέ ἐστι, τὸ ἐκπεσεῖν Θεοῦ.

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
