# Expositio in Psalmos 69.929

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.929

Ἴδιον μέν τοι κακόν ἐστιν ἡ πονηρία παρὰ τὰς λοιπὰς ἁμαρτίας· ἔνθεν θαυμασίως ὁ λόγος, ἄλλον μὲν εἶπε τὸν ἁμαρτωλὸν, ἄλλον δὲ τὸν πονηρόν· «Σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ.» Ὡρίσαντο δέ τινες τὴν πονηρίαν οὐκ ἀγεννῶς εἶναι ἑκούσιον κακοποιΐαν· ἄλλο γάρ ἐστι κατὰ ἄγνοιαν κακοποιεῖν καὶ οἱονεὶ νικώμενον, καὶ ἄλλο αὐτὸ τοῦτο θέλειν κακῶς ποιῆσαι· ὅπερ ἐστὶ καὶ πονηρία, δι' ἢν καὶ ὁ διάβολος πονηρὸς λέγεται. Οἱ δὲ ὑπομένοντες τὸν Κύριον, αὐτοὶ κληρονομήσουσι τὴν γῆν. (A f. 193 b, B f. 126 b) Ἐπειδὴ εἰώθαμέν πως ἀεὶ τῶν μὲν πονηρῶν ἀφίστασθαι, τῷ τοῦ κολάζεσθαι δέει συνωθούμενοι πρὸς τὸ ἄμεινον, ἐφέσει δὲ τῶν παρὰ Θεοῦ χαρισμάτων συνελαύνεσθαι εἰς τὸ διαζῇν ἐννόμως, διὰ τοῦτο δείξας ὁ Ψάλλων ὀλέθριον τῶν πονηρευομένων τὸ τέλος, ἐπάγει ὅτι οἱ τὸν Κύριον ὑπομένοντες, τουτέστιν οἱ διὰ καρτερίας καὶ ὑπομονῆς τὸν εὐδόκιμον κατορθοῦντες βίον, κληρονομήσουσι τὴν γῆν· ἥτις οὐκ ἔστι μέρος ταύτης τῆς γῆς τῆς ὑπὸ κατάραν γενομένης, ἣν ἐν λύπαις ἐσθίει πάσας τὰς ἡμέρας αὐτοῦ ὁ ἐργαζόμενος αὐτὴν, ἀλλὰ γῆν ἐκείνην τὴν τοῖς ἁγίοις ηὐτρεπισμένην. Κλῆρος γὰρ αὐτοῖς ἡ τῶν ἁγίων καλλίπολις, ἡ ἱερά τε καὶ ἄνω. Ἐκεῖ γὰρ τοῖς τῶν ἀγγέλων συνέσονται χοροῖς, δοξολογοῦντες ἀκαταλήκτως τὸν κληροδοτήσαντα Θεὸν, καὶ τῶν ὑπὲρ λόγον αὐτοῖς χαρισμάτων χορηγὸν γεγονότα. Ὥσπερ δέ ἐστιν ὁ Σωτὴρ, σοφία, λόγος, εἰρήνη καὶ δικαιοσύνη, οὕτως καὶ ὑπομονή. Γέγραπται γάρ· «Καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ Κύριος;» Ἀφ' οὗ ἀρύεσθαι ἔστι καὶ λαμβάνειν πάντα ἃ λέγεται εἶναι κατὰ τὰς Γραφὰς ὁ Χριστός. Ὡς γὰρ μετοχῇ αὐτοῦ δίκαιοι γινόμεθα καὶ σοφοὶ καὶ εἰρηνεύομεν, οὕτως καὶ μετοχῇ αὐτοῦ ὑπομένομεν· ἡσύχαζε οὖν ὑπομένων καὶ ἐκδεχόμενος τὸν Θεὸν, μὴ ταραττόμενος τοῖς παροῦσι. Καὶ ἔτι ὀλίγον καὶ οὐ μὴ ὑπάρξῃ ὁ ἁμαρτωλός. (A f. 194) Ἔτι βραχὺ, καὶ οὐκ ἂν ἴδῃς ὑπάρχοντα τὸν ἁμαρτωλόν· καταληφθήσεται γὰρ τῷ τῆς ζωῆς τέλει, καὶ ὁμοῦ τῇ σαρκὶ συναπεμπολήσει ταῦτα, ὅσα περ ἐδόκει κεκτῆσθαι χρηστά. Βραχὺς γὰρ λίαν ὁ ἀνθρώπου βίος, καὶ ὁ τῆς ἐν σώματι ζωῆς συνέσταλται χρόνος. Οὐκοῦν οὔτε αὐτὸς ὁ τῷ τῆς ζωῆς τέλει κατειλημμένος τὸν ἑαυτοῦ τόπον ὄψεται· μεταχωρήσει γὰρ πάντως εἰς ᾅδου, οὔτε μὴν οἱ ζῶντες ἔτι τὸν αὐτοῦ ἐπιγνώσονται τόπον. (B f. 127 b) Οἱ φρονοῦντες τὰ κοσμικὰ, καὶ τῇ τοῦ παρόντος βίου τύρβῃ τὸν ἑαυτῶν ἐνδήσαντες νοῦν, καὶ βρόχοις ἐνειλημμένοι τῆς ἐπαράτου φιλοσαρκίας, ἀεί πως ἐπιμεμήνασιν τοῖς τὸν εὐαγῆ καὶ ἀπόλεκτον διαβιοῦσι βίον, καὶ ἐχθρὸν ἡγοῦνται τῆς δικαιοσύνης τὸν ἐραστήν. Οἱ δὲ πραεῖς κληρονομήσουσι γῆν. (A f. 194) Οἰκονομικώτατα δὲ λίαν ὁ Δαβὶδ ἀντιπαρεξάγει ταῖς τῶν παρανόμων κολάσεσι, τὰ τῶν ἀγίων γέρα. Ἀκονᾷ γὰρ διὰ τούτων αὐτοὺς εἰς ἔφε-

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
