# Expositio in Psalmos 69.932

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.932

σιν εὐανδρίας πνευματικῆς, δι' ἧς ἂν γένοιτο κατορθοῦν πάντα τρόπον ἀρετῆς. Ταύτῃ τοι φησίν· «Οἱ δὲ πραεῖς κληρονομήσουσι γῆν,» τὴν ἄνω δηλαδή. Καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης. (A f. 194 b) Ποῖον ἂν νοοῖτο τῆς εἰρήνης τὸ πλῆθος τῆς τοῖς πραέσιν ἐπηγγελμένης, ἄξιον ἰδεῖν· Φαμὲν οὖν ὅτι ζῶντες μὲν ἔτι μετὰ σωμάτων ἐν τῷδε τῷ κόσμῳ οἱ ἅγιοι πλείστην ὅσην πολέμων ὑπομένουσιν ἔφοδον, τοῦτο μὲν τῆς σαρκὸς πανέμφυτον τῆς ἁμαρτίας ἀῤῥωστούσης νόμον, καὶ κατεξανισταμένης ἀεὶ τοῦ πνεύματος· ταῦτα γὰρ ἀντίκειται ἀλλήλοις· «Συνήδομαι γὰρ, φησὶ, τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον, βλέπω δὲ ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου·» τοῦτο δὲ καὶ τῶν κοσμοκρατόρων τοῦ αἰῶνος τούτου, κατασωρευόντων αὐτοῖς πολέμους ἀεὶ καὶ μάχας, τοῦτο δὲ καὶ τῶν ἀνοσίων αἱρετικῶν ἀνθεστηκότων αὐτοῖς. Οὐκοῦν ἕως εἰσὶν ἐν τῷδε τῷ βίῳ οἱ ἅγιοι, πολλοὶ λίαν οἱ μαχόμενοι· γεγονόσι γε μὴν εἰς τὴν τοῖς πραέσιν ηὐτρεπισμένην γῆν, ὑπάρξει πλῆθος εἰρήνης. Νοήσεις δὲ πλῆθος εἰρήνης, ἀπάθειαν ψυχῆς μετὰ γνώσεως τῶν ὄντων ἀληθῶς. Παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον, καὶ βρύξει ἐπ' αὐτὸν τοὺς ὀδόντας αὐτοῦ, κ.τ.λ. (A f. 194 b, B f. 127 b) Τοῦτο διδάσκει λέγων ὁ Ψάλλων ἐν τούτοις, ὅτι παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον, τουτέστιν φιλέχθρως διακείμενος ὁ φαῦλος καιροφυλακήσει πολλάκις τάχα πως τὸν δίκαιον λοχήσας ἑλεῖν δυνηθῇ· ἐπιτρίζει γὰρ αὐτῷ τοὺς ὀδόντας ἀεί. Πλὴν ὁ Κύριος γέλωτος ἄξιον ἀποφαίνει· προβλέπει γὰρ ὅτι ἥξει ἡ ἡμέρα αὐτοῦ ἡ τελευταία πάντως, καθ' ἢν ἐκποδὼν ἔσται πεσὼν εἰς θάνατον. (A f. 194 b) Ἢ τάχα που φορτικὸν αὐτοῖς καὶ δύσοιστον εἶναι δοκεῖ τὸ διὰ τῆς ἐκείνων ἐπιεικείας κατακρίνεσθαι δοκεῖν, ὅτι μὴ τῶν ἀρίστων καὶ αὐτοὶ γεγόνασιν ἐρασταί. Τὸ δὲ Βρύξει τοὺς ὀδόντας, οὐ πάντως ἐπὶ τοῦ σώματος ἀκουστέον, ἀλλὰ σιωπὴν μὲν ἀπὸ φωνῆς, κραυγὴν δὲ ἐν τῇ καρδίᾳ λογιζομένην κατὰ τοῦ δικαίου πονηρά. Πλὴν ὁ μὲν ἁμαρτωλὸς μέμηνε κατὰ τῶν δικαίων· ὁ δὲ Κύριος διαγελᾷ τὰς κατ' αὐτῶν ἐπιβουλὰς τῶν ἁμαρτωλῶν, εἰδὼς ὡς ἔστησεν ἡμέραν, καθ' ἣν τοῖς μὲν ἀποδώσει τὴν αἰώνιον ζωὴν, τοῖς δὲ τὴν αἰώνιον κόλασιν. Τοῦτο δὲ καὶ ἐπὶ τοῦ διαβόλου ληφθῆναι πρόσφορον. Αὐτὸς γάρ ἐστιν ὁ ἁμαρτωλὸς, ὁ βρύχων τοὺς ὀδόντας κατὰ τῶν ἁγίων, ὃς εἰς γέλωτα τέτακται· παίζεται γὰρ παρὰ τῶν δικαίων ἡττώμενος· ἥξει δὴ ἡ ἡμέρα καθ' ἣν εἰς τὸ ἡτοιμασμένον αὐτῷ πῦρ πεμφθήσεται. Τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα. (B f. 127 b) Σκοπὸς τῷ ἁμαρτωλῷ οὐχ ἵνα τινὰ τῶν ἀδικησάντων αὐτὸν ἀμύνηται, ἢ κατά τι ὅλως προσκεκρουκότων αὐτῷ, καὶ προφάσεις τῷ πολέμῳ δεδωκότων εὐλόγους, ἀλλ' ἵνα καταβάλῃ πτωχὸν καὶ πένητα, καὶ ἀποσφάξει τοὺς εὐθεῖς τῇ καρδίᾳ. Πτωχὸν δὲ καὶ πένητά φησιν, τὸν ἐπιεικῆ καὶ μετριόφρονα καὶ φιλοκομπίας ἀμείνω, καὶ ταπεινὸν τῇ καρδίᾳ. Τὸν τοιοῦτον δὲ καὶ αὐτὸς ὁ Σωτὴρ πτωχὸν ἔφη τῷ

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
