Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.933
Not analysed yet
πνεύματι, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἄξιον εἶναί φησιν· μάλιστα γὰρ κατὰ τῶν πενήτων οἱ συκοφάνται στρατεύονται. Ἔτι δὲ καὶ κατὰ τῶν δικαίων τῶν εὐθῆ τὴν γλῶσσαν ἐχόντων οἱ παράνομοι, βασκαίνοντες αὐτῶν τῇ δικαιοσύνῃ, καταδιαβολὰς καθάπερ ῥομφαίας ὁπλίζειν εἰώθασιν. Ἡ ῥομφαία αὐτῶν εἰσέλθοι εἰς τὰς καρδίας αὐτῶν. (A f. 195 b) Ταῦτα, φησὶ, πεπόνθασιν οἱ πονηροὶ δαίμονες, ἃ ποιήσειν τοῖς ἁγίοις ἐπεβούλευσαν. Καὶ τοῖς ἁγίοις δὲ ἐπιμεμήνασι μὲν οἱ φιλαμαρτήμονες, καὶ τὸ τῆς βασκανίας τόξον ἐντείνουσι κατ' αὐτῶν, καὶ τὴν τῆς ἑαυτῶν σκαιότητος ἀπογυμνοῦσι ῥομφαίαν, οὐδένα τρόπον ἐπιβουλῆς ἐῶντες ἀνεπιτήδευτον· ἀλλ' οἷον διὰ πάσης ἐρχόμενοι δυσσεβείας, τὰς ὁσίας πολιορκοῦσι ψυχάς. Τίνα δὲ τρόπον αὐτοὺς ἀνταμύνεσθαι χρὴ, καὶ ὅπως ὑπαντιάζειν, ἐντεῦθεν μαθησόμεθα. Τὰ ὅπλα ἡμῶν οὐ σαρκικά· καὶ ἐν σαρκὶ περιπατοῦντες, οὐ κατὰ σάρκα στρατευόμεθα. Ἀλλ' οὐδὲ τὴν τῶν ἁμαρτωλῶν ἀνοσιότητα μιμησόμεθα· οὐ γὰρ ὡς ἐκεῖνοι ἐντενοῦμεν τόξα καὶ ἡμεῖς, ἢ ξίφος ἀπογυμνώσομεν· ἐσόμεθα δὲ μαχομένων ἀμείνους καὶ τὴν βελτίω ψῆφον ἀποισόμεθα, Θεῷ προσφεύγοντες, καὶ χεῖρας ὁσίας ἀνατείνοντες, χεῖρά τε τὴν ἀεὶ σώζουσαν ὑποτρέχοντες, καὶ τὸν παναλκῆ καὶ ἄτρεπτον καλοῦντες εἰς ἐπικουρίαν, λέγοντες περὶ εἰσέλθοι εἰς τὰς καρδίας αὐτῶν.» Κρεῖσσον ὀλίγον τῷ δικαίῳ, ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολύν. (A f. 196, B f. 128) Εὐτεχνέστατα καὶ νῦν ἐξυφαίνει τὴν ὑφήγησιν. Ἀντιπαρεξάγει γὰρ ὥσπερ καὶ ἐκ παραλλήλου τίθησι τά τε τῶν ἁμαρτωλῶν ἡττήματα καὶ τῶν δικαίων τὰ πλεονεκτήματα, πανταχοῦ τὴν ἀρετὴν ἀποφαίνων ἔγκαρπον, ἀνόνητον δὲ τὸν εἰκαῖον τοῦ βίου περισπασμὸν καὶ τὴν ἐπάρατον ζωήν. Πλουτεῖ μὲν γὰρ, φησὶν, ὁ ἁμαρτωλὸς ἔσθ' ὅτε, καὶ ταῖς ἐντεῦθεν ἐμπλατύνεται τρυφαῖς, καὶ μεγαλοφρονεῖ δόξαν ἔχων εὐμάραντον, καὶ σάρκα πιαίνων, πλέον ἔχων οὐδὲν τοῦ τοῖς γηΐνοις ἐφήδεσθαι. Ὁ δέ γε πτωχὸς τῇ καρδίᾳ καὶ δικαιοσύνης ἐραστὴς, ἁπάντων τῶν τοιούτων ἀποφοιτᾷ, καὶ τὴν ἐπιεικῆ καὶ σώφρονα πτωχείαν ἀγαπᾷ. Ἀλλὰ κρεῖττον τοῦτο αὐτῷ ὑπὲρ πλοῦτον ἁμαρτωλοῦ πολύν. Ὅτι βραχίονες ἁμαρτωλῶν συντριβήσονται, ὑποστηρίζει δὲ τοὺς δικαίους ὁ Κύριος. (A f. 196, B f. 128) Ὅτι ἄμισθον μὲν τοῖς φιλαμαρτήμοσι τὸ πλουτεῖν καὶ ὀλέθριον [Cod. B. Ὅτι δὲ ἀνόνητον μὲν τοῖς φιλαμαρτήμοσι τὸ πλουτεῖν, ἢ καὶ ἄμεινον καὶ ἀληθὲς εἰπεῖν, τῆς ἐσχάτης πρόξενον δίκης], τό γε μὴν τῶν δικαίων ὀλιγαρκὲς ἔγκαρπον καὶ ἀρέσκον Θεῷ, ἐντεῦθεν δείκνυται. Καρπὸς μὲν γὰρ, φησὶ, τοῦ τῶν ἀνόμων πλούτου, συντριβὴ καὶ ἰσχύος ἁπάσης ἀπόθεσις· δηλοῖ γὰρ, οἶμαι, τοῦτο τῶν βραχιόνων ἡ συντριβὴ, τῆς γε μὴν αὐταρκείας τὸ ὑποστηρίζεσθαι παρὰ Θεοῦ· ἀνέχει γὰρ τοὺς δικαίους, καὶ ἀκράδαντον αὐτοῖς νέμει τὴν εὐθυμίαν, καὶ ἀκατάσειστον ἔχουσι τὸ εὐημερεῖν, παραλύοντος