# Expositio in Psalmos 69.936

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.936

οὐδενὸς ἢ κομίσαι δυναμένου πρὸς τὸ ἐναντίον. «Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν, τίς ἀποστρέψει;» κατὰ τὸ γεγραμμένον. Γινώσκει Κύριος τὰς ὁδοὺς τῶν ἀμώμων. (A. f. 196 b, B f. 128, K f. 76) Κατὰ τὰς Γραφὰς ὁ Κύριος μόνα τὰ καλὰ γινώσκει, ἀγνοεῖ δὲ τὰ κακὰ, ὡς ἀνάξια ὄντα τῆς γνώσεως αὐτοῦ. Διὸ ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ, καὶ τὰς ὁδοὺς τῶν ἀμώμων ἀστείας οὔσας· τὸ δὲ γινώσκει, ἐνταῦθα εἴρηται ἀντὶ τοῦ Ἀποδέχεται καὶ τιμᾷ, εἴτουν ἀγαπᾷ, καὶ ἐφορᾷν ἀξιοῖ. Ἐπεὶ πῶς οὐχ ἅπασιν ἐναργὲς, ὅτι καὶ τὰς τῶν φιλαμαρτημόνων εἶδεν ὁδοὺς, λανθάνει δὲ αὐτὸν παντελῶς οὐδέν; Οὐκοῦν ἡ γνῶσις ἐν τούτοις τὴν ἀνάκρασιν καὶ οἰκειότητα σημαίνει. Εἰώθαμεν δὲ καὶ ἡμεῖς τοῖς προσκρούουσι λέγειν τὸ, Οὐκ οἶδά σε, πολλάκις, οὐχ ὡς ἀγνοοῦντες πάντως, ἀλλ' ὡς τῆς πρὸς ἡμᾶς ἀγάπης καὶ σχέσεως ἀλλοτριοῦν ἐθέλοντες. Οἶδε τοίνυν τὰς τῶν ἁγίων ὁδοὺς καὶ πράξεις, τουτέστιν ἐφορᾷ αὐτὰς ἀσμένως· εἰσὶ γὰρ ἀγαθαὶ καὶ παντὸς ἐπαίνου μεσταί. Οὐ καταισχυνθήσονται ἐν καιρῷ πονηρῷ. (A f. 196 b, B f. 128 b) Πονηρὸν ἐν τούτοις ὀνομάζει καιρὸν τῶν διωγμῶν καὶ τῶν περιστάσεων ἤτοι τῶν πειρασμῶν. Οὕτω γάρ που καὶ ὁ πάνσοφος Παῦλος ἐπιστέλλει τισὶν, ποτὲ μέν· «Ὅτι ὁ καιρὸς πονηρός ἐστιν·» ποτὲ δὲ πάλιν· «Ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν.» Ὅταν τοίνυν καιρῷ πονηρῷ περιπταίωσιν, φησὶν, οὐ καταισχυνθήσονται πεσόντες εἰς τὸ πλημμελὲς, καὶ τῆς πρεπούσης αὐτοῖς εὐκοσμίας ἐξολισθήσαντες· χαριεῖται γὰρ αὐτοῖς ὁ τῶν ὅλων Θεὸς τὴν ἁπάντων τῶν ἀρίστων μητέρα καὶ τροφὸν καρτερίαν καὶ ὑπομονήν. Ἢ τάχα Κληρονομήσουσι τὰς ἐπαγγελίας οἱ δίκαιοι. καὶ ἐν τῷ καιρῷ τῆς κρίσεως οὐ καταισχυνθήσονται, ὅταν οἱ μὲν εἰς ζωὴν ἀνίστανται, οἱ δὲ εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον. Καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται. (A f. 197, B f 128 b) Συνίεμεν δὲ καὶ τοῦτο κατὰ τοιόνδε τινὰ τρόπον. Ἔοικεν γάρ πως ὁ λόγος δι' αἰνίγματος ὑποδηλοῦν, ὅτι ἐν καιρῷ θλίψεως αὐτοὶ τὸ τῆς ἄνωθεν εὐημερίας ἕξουσι πλάτος· τὸ μὲν γὰρ Ἐν ἡμέραις λιμοῦ χορτάζεσθαι, κατασημαίνει τι τοιοῦτον. Πλὴν εἰ βούλοιτό τις καὶ ἑτέρως τὴν τοῦ στίχου διάνοιαν ἐκλαβεῖν, ἐκεῖνο συνήσῃς· εὑρήσομεν γὰρ τὸν τῶν ὅλων Θεὸν πλεισταχοῦ μὲν τοῖς τῆς ἀνομίας ἐρασταῖς ἀποστρέφειν ἐπιφέροντα καὶ μαθημάτων λιμὸν ἱερῶν. Εἴρηται γοῦν παρ' αὐτοῦ, πεπαρῳνηκότων οὐ φορητῶς τῶν ἐξ αἵματος Ἰσραήλ· «Ἰδοὺ ἐγὼ ἐπάγω λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου.» Ἀλλ' ἐπενήνεκται μὲν τοῖς προσκεκρουκόσιν ὁ τῶν ἱερῶν μαθημάτων λιμὸς, οὐ μὴν ἕτι καὶ τοῖς τῶν θείων ἐνταλμάτων ἐπιμεληταῖς· ἀλλὰ κατὰ τὸν καιρὸν τῶν διωγμῶν ἐκλειπόντων τῶν διδασκάλων, αὐτὸς ὁ Κύριος τῷ ἑαυτοῦ πνεύματι θρέψει τοὺς εἰς αὐτὸν πεπιστευκότας.

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
