# Expositio in Psalmos 69.937

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.937

Ὅτι οἱ ἁμαρτωλοὶ ἀπολοῦνται, οἱ δὲ ἐχθροὶ τοῦ Κυρίου ἅμα τῷ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι, ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέλιπον. (A f. 197, B f. 128 b) Ἀντιπαρατίθησι πάλιν ταῖς τῶν δικαίων τιμαῖς τὰ τοῖς φιλαμαρτήμοσι συμβησόμενα κατὰ καιροὺς ἐκ θείας ὀργῆς· εἶεν δ' ἂν οἶμαι ταυτὶ τὰ εἰς ἐσχάτην αὐτοὺς κατακομίζοντα συμφοράν. Εἰ γὰρ καὶ δόξειαν ἔσθ' ὅτε πράττειν δεξιῶς κατά γε τὸν ἐνεστηκότα καιρὸν, τρυφῶντες δηλονότι καὶ ταῖς παρὰ πάντων εὐφημίαις στεφανούμενοι, καὶ δυναστείαις ἀξιωμάτων ἐπαυχοῦντες κοσμικῶν, ἀλλ' οὖν ἀπολοῦνται· καταστρέφει γὰρ αὐτοῖς τοῦ βίου τὸ πέρας εἰς ὄλεθρον καὶ ἀπώλειαν. Ἐχθροὺς δὲ εἶναί φαμεν τοῦ Κυρίου, καὶ τοὺς γεγονότας μὲν ὑπ' αὐτῷ διὰ τῆς πίστεως, ἀντενηνεγμένους δὲ ὥσπερ διὰ πολλῆς ἀπειθείας, καὶ τοῖς θείοις αὐτοῦ θεσπίσμασιν ἀκαταλήκτως μεμαχημένους. Εἶεν δ' ἂν ἐχθροὶ καὶ οἱ τῶν δαιμόνων θεραπευταὶ, καὶ οἱ προσκυνοῦντες τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, ἤγουν τῇ κτίσει παρὰ τὸν κτίσαντα λατρεύοντες, καὶ ἔτι οἱ τῶν αἱρέσεων εὑρεταὶ, ἅτε δὴ τὸ ψεῦδος ἀντανιστᾷν εἰωθότες τῇ τῶν ἀληθῶν δογμάτων ὀρθότητι. Οὗτοι βραχὺ ἀνθήσαντες, καὶ χόρτοις ἐν ἴσῳ μεμαρασμένοι, πεσοῦνται πρὸς θάνατον, καὶ τὰς τῶν ἡμαρτημένων ἐκτίσουσι δίκας, ὡς ἐχθροὶ τοῦ Κυρίου κολαζόμενοι, καὶ καπνοῦ δίκην ἐκλείποντες. Λείψανον δὲ πυρός ἐστιν ὁ καπνὸς, καταμαρανθέντος ἤδη καὶ ἀπεσβηκότος, καὶ οἱονεὶ καταλήξαντος εἰς τὸ εἶναι τέφρα καὶ σποδός. Καπνῷ οὖν συγκρίνονται, ἐπειδὴ καθάπερ τοῦ πυρὸς σβεσθέντος ὁ καπνὸς ἀφανίζεται, οὕτω καὶ τῶν ἁμαρτωλῶν ἀποθανόντων, ἡ περὶ αὐτοὺς πᾶσα δόξα ἀπόλλυται. Δανείζεται ὁ ἁμαρτωλὸς καὶ οὐκ ἀποτίσει, ὁ δὲ δίκαιος οἰκτείρει καὶ δίδωσιν. (A f. 197 b. B f. 129) Οὐκ ἀντιδίδωσι, φησὶν, ὁ ἁμαρτωλὸς εὐχαριστίαν ὑπὲρ ὧν εὐηργέτηται παρὰ Θεοῦ· ἀλλ' οὐδ' ἂν εἰ εὖ πάθοι παρά τινων, βελτίων ἔσται· οὔτε μὴν ἐκ τῶν εἰς αὐτὸν γεγονότων, τὴν τοῦ κατοικτείρειν διδάσκεται τρίβον· οὐδ' ἀνέχεται διὰ τῶν ἴσων ἀμείψασθαι τοὺς αὐτὸν ὠφελήσαντας· ἀλλ' οἷά τις κλέπτης εὕρημα [al cod. εὕρεμα] ποιεῖται τὸ δοθὲν, καὶ εἰς μόνον ὁρῶν τὸ κερδῆσαι, αὔχημα ποιεῖται τὸ κατατῆξαι ταῖς λύπαις τὸν δεδανεικότα. Ὁ δέ γε δίκαιος ἀντιδίδωσιν οἰκτιρμοὺς, τὸν ἑαυτοῦ Δεσπότην μιμούμενος· κἂν γὰρ μὴ λάβοιτο δοθὲν, ἀλλὰ καὶ οὕτω μένει φιλότιμος, καὶ κοινωνικὸς ὢν οὐ παύεται. Μιμεῖται γὰρ τὸν ἑαυτοῦ Πατέρα Θεὸν, ὃς ἀνατέλλει τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. (B f. 129) Ἕκαστος ἡμῶν δέχεται παρὰ Θεοῦ πλείστας τε ὅσας καὶ μεγάλας εὐεργεσίας αἰσθητάς τε καὶ νοητάς. Ἀλλ' εἴ τις ᾖ φιλαμαρτήμων καὶ ἀσχέτως ἀπονενευκὼς εἰς φιληδονίαν, καὶ τῇ τύρβῃ τῶν ἐν τῷδε κόσμῳ πραγμάτων τὸν ἑαυτοῦ καταχώσας νοῦν, πολλὰ παρὰ Θεοῦ οὐδὲν ἀποτίσει, τουτέστιν οὐ προσοίσει τὴν ὑπακοὴν, οὐ ταῖς αὐτοῦ ζεύγλαις ὑποθήσει τὸν αὐχένα, οὐχ ἕψεται τοῖς αὐτοῦ θελήμα-

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
