# Expositio in Psalmos 69.945

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.945

δικαιοσύνην. Τὴν κρίσιν οὖν, ἤτοι τὴν δικαιοσύνην ἀγαπᾷ ὁ Θεὸς, καὶ τοὺς ταύτης ἐργάτας ἀτελευτήτῳ χάριτι στεφανοῖ, καὶ οὐκ ἂν περιΐδοι ποτὲ τοὺς ὁσίους αὐτοῦ. Δίκαιοι δὲ κληρονομήσουσι γῆν. (A f. 201, B f. 131) Ἀλλ' οὗτοι μὲν κακοὶ κακῶς ὀλοῦνται, δίκαιοι δὲ τὴν τῶν πρᾳέων κληρονομήσουσι γῆν, ἧς πολλάκις ἐμνήσθημεν, καὶ εἰς αἰῶνα ἐπ' αὐτῆς κατασκηνώσουσιν· ἤγουν ἀσάλευτον παραλήψονται βασιλείαν, καὶ διηνεκῶς ἐντρυφήσουσι τοῖς ἄνωθεν ἀγαθοῖς οἱ διὰ τῆς ἀρετῆς δικαιωθέντες, καὶ τὰς ἐν οὐρανοῖς εἰληφότες κληρονομίας τὰς αἰωνίους καὶ ἀνωλέθρους. Ἡ γλῶσσα αὐτοῦ (δικαίου) λαλήσει κρίσιν. (B f. 131) Κρίσιν εἶναί φαμεν ἤτοι τὴν ἐφ' ἑκάστῳ τῶν πραγμάτων ὀρθὴν καὶ ἀδιαβλήτως ἔχουσαν ὑφήγησιν, καὶ εὐθὺ τοῦ πρέποντος ἀποφέρουσαν τοὺς παιδευομένους, ἤγουν τὸν τοῦ Θεοῦ νόμον· κέκτηται γὰρ οὕτω πλεισταχοῦ. Γέγραπται γοῦν περί τε Θεοῦ καὶ τοῦ Ἰσραὴλ, ὅτι «Ἐκεῖ ἔθετο αὐτῷ δικαιώματα καὶ κρίσιν.» Ὁ νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ. (A f. 201 b, B f. 131 b) Οὐκ εἰς μακρὰν ἀποφαίνει τὴν ἐκ τοῦ πράγματος ὄνησιν, ἀλλ' οἷον κατὰ πόδας δείκνυσι τὸν καρπὸν τοῦ λαλεῖν τὴν σοφίαν καὶ μελέτην ποιεῖσθαι τὴν δικαιοσύνην. Τὸν γὰρ τοῦ Θεοῦ νόμον εἰσοικισάμενος, καὶ οἷον ἀπόθετον ἔχων εἰς νοῦν καὶ καρδίαν, τὸ μηδένα τρόπον ὑποσκελισθήσεσθαι κερδανεῖ, ἥξει δὲ μᾶλλον εὐθὺ παντὸς ἀγαθοῦ πράγματος· καὶ παραποδίζοντος οὐδὲν ἢ κατασείοντος, τὴν βασιλικὴν καὶ εὐθείαν διελάσει τρίβον. Ὃν γὰρ τρόπον αἱ νῆες ᾄττουσιν δὴ πάντως ὀρθῶς καὶ ἀδιαστρόφως εὖ μάλα πηδαλιουχούμεναι, καὶ μὴν καὶ ἵππος ὁ δρομικώτατος εὐτάκτῳ χρήσεται δρόμῳ, χαλινῷ πρὸς τοῦτο διοικούμενος, οὕτω καὶ ἡ τοῦ δικαίου ψυχὴ πηδαλίου δίκην τὸν θεῖον ἔχουσα νόμον, ὀρθὰς ποιεῖται τὰς τροχιὰς, καὶ τὰ ἐκ τῶν περιστάσεων διαπερᾷ κύματα, καὶ τοῦ παρόντος βίου τὸν κλύδωνα διανήχεται· δέδοται γὰρ εἰς βοήθειαν [al. cod. ἐπικουρίαν] ὁ νόμος. Ταύτῃ τοι καὶ ὁ θεσπέσιος Δαβὶδ ψάλλει που πρὸς τὸν Θεὸν, καί φησιν· «Εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστι, πάλαι ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου.» Ἐπαινετὸς οὖν ὁ τοῖς ἱεροῖς λόγοις ἐφηδόμενος, καὶ τὸν τοῦ Θεοῦ νόμον εἰς νοῦν ἕχων ἀεὶ οἷά τι λύχνον ἐν νυκτὶ φαίνοντα. Τί δὲ τὸ ἐντεῦθεν ὄφελος; τὸ μὴ ὑποσκελίζεσθαι τὰ διαβήματα. Κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον, καὶ ζητεῖ τοῦ θανατῶσαι αὐτὸν, κ.τ.λ. (A f. 201 b, B f. 131 b) Ὅτι τοίνυν οἱ τῶν εἰς εὐσέβειαν ἀνδραγαθημάτων ἐπιμεληταὶ πικρὰν ἐν τῷδε τῷ βίῳ καὶ οὐκ ἀφθόνητον ἔχουσι τὴν ζωὴν, ἀλλὰ δυσάρεστον σφόδρα τοῖς οὐκ οὖσιν ἀγαθοῖς, διαδείκνυσιν εὖ μάλα, κατανοεῖν λέγων τὸν ἁμαρτωλὸν αὐτοὺς, καὶ ζητεῖν τοῦ θανατῶσαι αὐτούς. Τίς δ' ἃν νοοῖτο πάλιν ὁ ἁμαρτωλός; ὁ δράκων ὁ ἀποστά-

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
