# Expositio in Psalmos 69.948

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.948

της, ὁ φαυλότητος ἁπάσης εὑρετὴς καὶ πατὴρ πρέποι γὰρ ἂν αὐτῷ κυρίως ἡ τοιάδε κλῆσις. Οὗτος ἐπιτρίζει τοῖς ἁγίοις τοὺς ὀδόντας καὶ τῷ τῆς βασκανίας ἐπ' αὐτοῖς καταφλέγεται πυρὶ, καὶ διακυκᾷ θανατῶσαι ζητῶν τοὺς εὐαρεστεῖν ἐθέλοντας τῷ Θεῷ. Ἐπιπηδᾷ δὲ ὡς ὄφις, τὸν τῆς ἁμαρτίας ἐκχέων ἰὸν, ἡδονὰς ἐνσπείρων αἰσχρὰς, καὶ κατερεθίζων ἀεὶ πρὸς ἐκτόπους ἐπιθυμίας, καὶ οἷον μέλιτι καταχρίων τοὺς τῆς φαυλότητος τρόπους, ἵνα παγιδεύῃ πολλούς. Ὁ δὲ Κύριος οὐ μὴ ἐγκαταλίπῃ αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ, κ.τ.λ. (A f. 201 b, B f. 131 b) Ἀλλ' ὁ Κύριος, φησὶν, οὐ μὴ ἐγκαταλίπῃ αὐτὸν εἰς χεῖρας αὐτοῦ· παραδείξας τὴν ἔφοδον, οὐκ ἐᾷ καταπίπτειν τῶν ἁγίων τὸν νοῦν, παραστήσας εὐθὺς τὸν ἐπίκουρον, τῆς ἐκείνου σκαιότητος τὴν ἔφοδον ἀφανίζοντα· Θεοῦ γὰρ προεστηκότος, τίς ὁ κακώσων ἐστί; Καὶ ψῆφος μέν τοι ὀρθὴ καὶ ἀδέκαστος ἐξενεχθήσεται πάντως παρὰ Θεοῦ, κατακρίνουσα μὲν τοὺς βεβήλους καὶ πονηροὺς, ἀπαλλάττουσα δὲ καὶ κινδύνου καὶ φόβου πάντας τοὺς ἀνακειμένους αὐτῷ, καὶ τὸν ἱερὸν αὐτοῦ νόμον εἰς νοῦν ἔχοντας καὶ καρδίαν, καὶ μελέτην ποιουμένους τὴν δικαιοσύνην· ἐν γὰρ τῷ κρίνεσθαι, φησὶ, τὸν δίκαιον, οὐ μὴ καταδικάσηται αὐτόν. Ὑπόμεινον τὸν Κύριον, καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ. (A f. 202, B f. 131 b) Χρῆμα ἄριστον ἡ ὑπομονὴ, τίκτει γὰρ τὴν δοκιμὴν, ἡ δὲ δοκιμὴ τὴν ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνῃ. Ψάλλει γοῦν καί φησιν ὁ θεσπέσιος Μελῳδός· «Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι.» Καὶ ἕτερος τῶν ἁγίων· «Ὑπομονῆς γὰρ, φησὶ, χρείαν ἔχετε, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες, κομίσησθε τὴν ἐπαγγελίαν.» Εὑρήσομεν δὲ διὰ πάσης θεοπνεύστου Γραφῆς, ὡς παντὸς ἀγαθοῦ προμνήστριαν ᾀδομένην τὴν ὑπομονήν. Τὸ δὲ «Φύλασσε τὴν ὁδὸν Κυρίου,» εἴη ἂν, οἶμαί που, τὸ τοῖς θείοις πηδαλιουχεῖσθαι νόμοις πρὸς τὸ ἀμωμήτως ἔχον, καὶ εἰς ἐξαίρετόν τινα καὶ τεθαυμασμένην ζωὴν ἀναφέρεσθαι, προθυμίαις ἀσχέτοις εἰς τοῦτο διᾴττοντα. Εἴη δ' ἂν τληπαθείας τῆς ἐπ' ἀγαθοῖς καὶ ἱδρώτων ἁγιοπρεπῶν πέρας, τὸ ὑψοῦσθαι παρὰ Θεοῦ, ὥστε τῶν γηΐνων ὑψοῦ γενέσθαι περισπασμῶν. Γέγραπται γάρ· «Ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ, τῆς γῆς σφόδρα ἐπήρθησαν.» Ἐπιτείνων δὲ τὴν παράκλησιν ὁ Ψάλλων· Σὺ μὲν, φησὶν, ὑψωθήσῃ, ὥστε κατακληρονομῆσαι τὴν ἄνω που ἱδρυμένην καὶ ἐν ὕψει κειμένην γῆν τῶν πρᾳέων. Δῆλον γὰρ ὅτι οὐκ ἐπὶ τῷ τὴν ἐν ποσὶ κληρονομῆσαι γῆν ὑψοῦταί τις, ἀλλὰ τὴν οὕτως ὑψηλὴν οὖσαν, ὡς Θεοῦ δεῖσθαι τοῦ ἐπ' αὐτὴν ἀναβιβάζοντος ὥστε αὐτὴν κληρονομῇ. Τούς γε μὴν παρανόμους τοὺς ἐπὶ σοὶ βρύχοντας τοὺς ὀδόντας, ἐκκοπτομένους θεάσῃ· ἐξολοθρευθήσονται γὰρ, καὶ τοῦτο αὐτὸς ὄψει. Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου, κ.τ.λ. (A f. 202, B f. 132, Κυρίλλου καὶ Βασιλείου)

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
