Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.952
Not analysed yet
οὐ γάρ τοι μακρὸς μεταξὺ διϊππεύσει χρόνος, ἔσται δὲ μᾶλλον ἀκαριαῖος καὶ βραχύς. Ἅμα γὰρ ὑψώθη, καὶ πέπτωκεν· ὤφθη, καὶ συνεστάλη· ἤνθη, καὶ μεμάρανται. Καὶ τοῦτό ἐστι τὸ, ἐπὶ τὸ αὐτό. Σωτηρία δὲ τῶν δικαίων παρὰ Κυρίου. (B f. 133) Ἐκρύεται μὲν τοὺς ἀνακειμένους αὐτῷ Θεὸς, καὶ τῆς τῶν φαύλων σκαιότητος ἄπρακτον ἀποφαίνει τὸ βέλος. Οὐ γὰρ ἀφίησιν πλήττεσθαι τοὺς ἁγίους, ἀλλ' ἔξω σκοποῦ πέμπουσιν οἱ κατ' αὐτῶν· καὶ πᾶν αὐτῶν ἐπιχείρημα στρέφεται κατὰ τῆς αὐτῶν κεφαλῆς. ΨΑΛΜΟΣ ΛΖʹ. Ψαλμὸς τῷ Δαβὶδ εἰς ἀνάμνησιν περὶ τοῦ Σαββάτου. (A f. 203 b, B f. 133 b) Ἀνατίθεται μὲν καὶ ὁ ἐν χερσὶ ψαλμὸς ὥσπερ τῷ προσώπῳ τοῦ θεσπεσίου Δαβὶδ ἀλύοντος καὶ τεταραγμένου διὰ τὸ πλημμελείαις περιπεσεῖν, καὶ ἰδεῖν μὲν οὐχ ὁσίοις ὄμμασι τὴν Οὐρίου γαμετὴν, ἐπιβουλεῦσαι δὲ αὐτῷ καὶ θανάτου ψῆφον ἀδίκως ἐπενεγκεῖν· εἶτα ταύτης ἕνεκα τῆς αἰτίας παρὰ Θεοῦ παιδεύεσθαι, φροντίσι καὶ λύπαις κατατήκοντος αὐτοῦ τὴν καρδίαν, καὶ τοῖς ἐντεῦθεν πόνοις αὐτὴν διασμήχοντος. Γέγραπται γὰρ ὅτι Ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιὼν ἐν πνεύματι κρίσεως καὶ ἐν πνεύματι καύσεως. Καὶ πάλιν· «Ὃν ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.» Διόλωλε τοίνυν τῷ Δαβὶδ ὁ υἱὸς Ἀμνών· ὁ Ἀβεσσαλὼμ ἐπανέστη, οὐ τῆς βασιλείας μόνον, ἀλλὰ καὶ αὐτοῦ τοῦ ζῇν ἐξελάσαι κρίνων τὸν γεγεννηκότα. Τούτων δὴ εἰς αἴσθησιν ἐλθὼν, καὶ τοῖς τοῦ συνειδότος ἐλέγχοις καταπαιόμενος, ἐννενοηκὼς δὲ καὶ τὴν παναλκῆ τοῦ Θεοῦ χεῖρα μαχομένην αὐτῷ, προσάγει τὴν ἱκετηρίαν, ὁμολογεῖ τὸ πλημμέλημα. καὶ ὡς ἰατρῷ πνευμάτων τὸ τραῦμα γυμνοῖ, καὶ θεραπείας τυχεῖν ἀξιοῖ. Καί γε ᾄδει τὸν ψαλμὸν ἀναμιμνήσκων ἑαυτὸν τῆς συνεχούσης ταλαιπωρίας ἧς ὑπέμεινε διὰ τὴν ἁμαρτίαν, καὶ ἀξιοῖ δι' ἑαυτοῦ τὸν Θεὸν, σαββατισμὸν αὐτῷ δοῦναι ἤτοι ἀνάπαυσιν τῶν συμφορῶν· ἢ τάχα ἐπειδὴ τὸ Σάββατον ἐν διπλῷ τὰ τῆς θυσίας προσκομίζεσθαι δεῖν ὁ νόμος διεκελεύετο, ἀνεφέρετο δὲ πᾶσα θυσία παρὰ τῶν υἱῶν Ἰσραὴλ εἰς ἀνάμνησιν, τουτέστιν ἵνα ἐν μνήμῃ γένοιτο τῇ παρὰ Θεῷ πᾶς ὁ προσάγων αὐτὴν, διὰ τοῦτο πνευματικὸς ὢν Δαβὶδ, καὶ προεγνωκὼς ὅτι κατὰ καιροὺς ἡ σκιὰ παυθήσεται, εἰσκεκριμένης τῆς ἀληθοῦς λατρείας τῆς διὰ τοῦ Χριστοῦ, ἀντὶ τῆς κατὰ τὸν νόμον ἐν τοῖς Σάββασι διατεταγμένης θυσίας, ποιεῖται τὴν ἐξομολόγησιν. (A f. 204, B f. 133 b) Ἁρμόσει δὲ ἡ ᾠδὴ καὶ ἡμῖν αὐτοῖς, ἤγουν ἀνθρώπῳ παντὶ πληττομένῳ μὲν ὑπὸ τοῦ συνειδότος ἐφ' οἷς ἂν εἰδείη πεπαρῳνηκὼς εἰς τὸν τοῦ Θεοῦ νόμον, πολλὰ γὰρ πταίομεν ἅπαντες, αἰτοῦντι δὲ παρ' αὐτοῦ τὸν ἔλεον, καὶ τὸ ἐκ μετανοίας δάκρυον τῶν ὀμμάτων ἐκθλίβοντι. Εἰ γὰρ μὴ οὕτως ἔχει, πῶς εἰς δεῦρο καὶ πρὸς ἡμῶν ὁ ψαλμὸς