# Expositio in Psalmos 69.953

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.953

ἀναφέρεται; Τί γὰρ πρὸς ἡμᾶς ἑτέρου τυχὸν ἐξομολόγησις, εἴπερ ἐκείνῳ μόνῳ, καὶ οὐδενὶ τῶν ἑτέρων, ἥρμοσε; Πρόκειται δὴ οὖν τοῖς ἐφ' ἁμαρτίαις ταῖς ἑαυτῶν δακρυῤῥοεῖν ᾑρημένοις, τὸ προσάγειν Θεῷ τὸν προκείμενον ψαλμὸν ἤτοι τὴν ἐξομολόγησιν ὡς θυσίαν τὴν ἐν Σαββάτῳ, ἥτις ἦν ἐν διπλῷ, καὶ εἰς ἀνάμνησιν ἄγουσα τὴν παρὰ Θεῷ τοὺς προσάγοντας. Τὰ μέν τοι τοῦ ἕκτου ψαλμοῦ ῥήματα, συγγενῆ τυγχάνει τοῖς ἐν τῷ προκειμένῳ φερομένοις. Ἀλλ' ἐν τῷ ἕκτῳ ἡ προγραφὴ εἶχεν, «εἰς τὸ τέλος, ἐν ὕμνοις, ὑπὲρ τῆς ὀγδόης·» ἐν δὲ τῷ παρόντι, τούτων μὲν οὐδὲν, μόνον δὲ «Ψαλμὸς τῷ Δαβὶδ εἰς ἀνάμνησιν» ἐπιγέγραπται. Καὶ ἔοικεν ἡ προσθήκη ἀναπέμπειν ἡμᾶς εἰς ἀνάμνησιν τῆς ἐν τῷ ἕκτῳ προγραφῆς· ὥστε εἶναι καὶ τὰ παρόντα, εἰς τέλος καὶ ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης. Δοκεῖ δέ μοι ὁ Δαβὶδ, διαφόρως ἐν πολλοῖς περὶ τοῦ πραχθέντος αὐτῷ πλημμελήματος ἐξομολογησάμενος, ἰδίως τὸν παρόντα ψαλμὸν ἀφορίσαι εἰς ἀνάμνησιν ὡς ἀεὶ φέρειν αὐτὸν ἀνὰ στόμα· κεχρῆσθαι δὲ αὐτῷ ἀντ' ἐπῳδῆς ἐπὶ θεραπείᾳ τῆς ἑαυτοῦ ψυχῆς. Ἱκετηρίαν γοῦν ἀναφέρει τῷ Θεῷ, δι' ἧς ἀποστρέφει μὲν τὴν ὀργὴν τὴν πᾶσιν ἁμαρτάνουσιν ἐπηρτημένην, ἱλάσκεται δὲ τὸν ἀγαθὸν Κύριον ταῖς μεθ' ὑπερβαλλούσης ἐξομολογήσεως φωναῖς. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. (A f. 204 b, B f. 133 b) Ὡς εἰ καὶ ἰατρῷ τις τὰ διὰ καυτῆρος καὶ σιδήρου καὶ πικρῶν ἀντιδότων προσφέροντι βοηθήματα ἐπὶ θεραπείᾳ πάθους ὑποκειμένου, λέγει· μὴ διὰ πυρός με θεραπεύσῃς, μὴ διὰ καυτῆρος καὶ τομῶν, διὰ δὲ ἠπίων καὶ πρᾳοτέρων φαρμάκων. Ὁ γὰρ τοιοῦτος, οὐ τὴν θεραπείαν ἀρνεῖται, ἀλλὰ τὸ ἐπίπονον τῶν βοηθημάτων. Ὥστε ἀγάσαιτο ἂν, οἶμαι, τὶς καὶ σφόδρα εἰκότως τῆς τῶν ἁγίων ψυχῆς τὸ ἐπιεικές. Ἐν γάρ τοι τοῖς ὀλισθήμασιν, ἅπερ ἂν αὐτοῖς συμβαίνει παθεῖν, ἅτε δὴ καὶ τῆς ἀνθρωπίνης ἀσθενείας οὐκ εἰς ἅπαν ἀπηλλαγμένοις, οὔτε δυσφοροῦντας ἄγαν κατίδοι τις ἂν αὐτοὺς, οὔτε μὴν ὁλοτρόπως κατενηνεγμένους εἰς ἀδικίαν, ἀλλ' οὐδὲ τὸ παιδεύεσθαι παρὰ Θεοῦ φεύγοντάς τε καὶ ἀποσειομένους, αἰτοῦντας δὲ μᾶλλον τὸ μὴ ἐν ὀργῇ τοῦτο παθεῖν, μήτε μὲν ἐλέγχεσθαι πικρῶς· τοῦτο γάρ ἐστι τὸ κολάζεσθαι. Ἅπασι μὲν γὰρ ἀνθρώποις καὶ ἀβουλήτως ἔσθ' ὅτε συμβαίνει τοῦ τοῖς θείοις προσκρούειν νόμοις· ἀλλ' ἔτι ἀνορθοῖ τὸ συμβὰν ὁ τῶν πνευμάτων ἰατρὸς συμμέτροις ἔσθ' ὅτε κινήσεσιν. Γράφει γάρ που ὁ Σολομῶν· «Παίδευε υἱόν σου, οὕτω γὰρ ἔσται εὔελπις· σὺ μὲν γὰρ πατάξεις αὐτὸν ῥάβδῳ, καὶ οὐ μὴ ἀποθάνῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ἐκ θανάτου ῥύσῃ.» Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ' ἐμὲ τὴν χεῖρά σου. (A f. 205 b, B f. 134 b) Ἐμπεπῆχθαι δὲ οὖν φησιν αὐτῷ τὰ βέλη τοῦ Θεοῦ, καὶ τὴν χεῖρα ἐπεστηρίχθαι αὐτῷ δηλονότι τὴν νύττουσαν, καὶ τοῦτο ἐνδελεχῶς καὶ ἀδιαστάτως· ἄλλο γὰρ ἐπ' ἄλλῳ συμ-

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
