Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.956
Not analysed yet
βαίνει πολλάκις τῶν καταλυπεῖν εἰωθότων τοῖς παιδευομένοις παρὰ Θεοῦ ἢ τοῖς πειραζομένοις· καθ' ἃ καὶ τῷ Ἰὼβ συμβέβηκεν, ἄλλα γὰρ ἐπ' ἄλλοις συχνῶς ἀπηγγέλλετο, εἰ καὶ ἀκλόνητος ἦν. Εἰ δὲ δή τις ἕλοιτο νοεῖν τὸ Ἐπεστήριξας ἐπ' ἐμὲ τὴν χεῖρά σου τὴν παιδευτικὴν, ἀντὶ τοῦ Βεβάρημαι σφόδρα καὶ δυσαχθεστάτην ἥγημαι τὴν πληγὴν, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος. Ὁ γὰρ ἐπιστηρίζων τὴν ἑαυτοῦ χεῖρά τινι, δυσδιακόμιστον ἄχθος ἐπιτίθησιν αὐτῷ. Μὴ οὖν τῷ θυμῷ σου, φησὶ, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Διὰ τί; «Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι·» παραλαβόντα γὰρ τὸν θυμὸν καὶ τὴν ὀργὴν τὰ παρὰ σοῦ καθικνούμενα βέλη, ἤγουν αἱ τιμωρητικαὶ δυνάμεις, ἱκανῶς με τιμωρεῖται· διὸ ἱκετεύω μὴ ὀργῆς ἑτέρας πειραθῶ. Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου, οὐκ ἔστιν εἰρήνη τοῖς ὀστέοις μου. (A f. 206) Ἁπλούστερον δὲ ἐπιτείνει τὴν ἐξήγησιν τῆς ἐπενεχθείσης αὐτῷ πληγῆς ἀπὸ τῶν θείων βελῶν, καὶ τοῦ ἐπεστηρίχθαι αὐτῷ τὴν χεῖρα· καί φησιν ὅτι οὐδεὶς ἂν ἐπινοηθείη τρόπος ἰάσεως παντελῶς ἀρκέσαι δυνάμενος τῇ κακώσει τῆς σαρκὸς, ἤγουν τῇ κοπώσει τῶν μονονουχὶ καὶ ἐξαρμοσθέντων ὀστῶν. Τὸ γὰρ μὴ ἔχειν αὐτὰ πρὸς ἄλληλα τὴν εἰρήνην, δηλοῖ τὸ ἐξηρμόσθαι καὶ οἷον ἀποφοιτᾷν τῆς κατὰ φύσιν ἁρμονίας αὐτά. Ἐν δέ γε ταῖς σφοδροτέραις τῶν κακώσεων κατειθίσμεθά πως καὶ τοῦτο λέγειν, ὅτι Ἐξηρμόσθη τὰ ὀστᾶ μου. Οὐκοῦν ἐγγὺς ἀνιάτων αὐτῷ φησι γενέσθαι τὸ ἀῤῥώστημα τῆς σαρκὸς, ἢ φροντίσιν ἐκτρυχωμένης καὶ πικραῖς μερίμναις ἐκτηκομένης, ἢ καὶ καθ' ἕτερον τρόπον μαραινομένης διά τε νηστείας καὶ μακρῶν ἀσιτιῶν καὶ ἀϋπνίας. Ἄτοπον δὲ οὐδὲν ὀστᾶ τοὺς οἰκείους ἀποκαλεῖν. Εἰ γάρ ἐσμεν ἀλλήλων μέλη, καὶ ὡς ἓν οἱ πάντες κατελογίσθημεν σῶμα, τί τὸ ἀπεῖργον ὀστᾶ τοὺς κατὰ μέρος καὶ χρειωδεστάτους μάλιστα λέγειν; ὥστε δυσφοροτέρας εἶναι τοῦ παρ' ἐχθρῶν πολέμου, τὰς τῶν οἰκείων ἐπαναστάσεις, οὓς καὶ ὀστᾶ φαμεν ὠνομάσθαι τροπικῶς. Ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου. (A f. 206 b, B f. 135) Διδάσκει δὲ ἡμᾶς ὁ λόγος μὴ κρύπτειν τὰ ἑαυτῶν κακὰ, μήδε ὥσπερ τινὰ μελανίαν καὶ σῆψιν κατὰ βάθους τῆς ψυχῆς συνέχειν τὰ ἁμαρτήματα, τὴν συνείδησιν καυτηριαζομένους. Ὥσπερ γὰρ ἐπὶ τῶν πυρεττόντων, εἴσω μὲν κατὰ βάθους χωρῶν ὁ πυρετὸς, μείζονα τὴν νόσον ἐργάζεται, προκόψας δὲ εἰς τὸ ἐμφανὲς, ἐλπίδα παρακμῆς ὑποφαίνει, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς ἂν γένοιτο. Καὶ τοῦτο εἶναί φημι τὸ ὑπὸ τοῦ Σοφοῦ εἰρημένον· «Μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφ' ἁμαρτίαις σου,» καὶ «Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς.» Καὶ γάρ ἐστιν τῶν ἀτοπωτάτων τοὺς μὲν τῶν ἰατρῶν ὀφθαλμοὺς μὴ αἰσχύνεσθαι, γυμνοῦν δὲ αὐτοῖς καὶ τὰ κεκρυμμένα τῶν παθῶν ὑπέρ γε τοῦ ἀλγῆσαι