# Expositio in Psalmos 69.957

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.957

μειζόνως, ἀλλ' ἐκκοπήν τινα σχεῖν τὴν εἰς τὸ πρόσω πάροδον τῶν παθῶν, μὴ ἀνέχεσθαι δὲ τῷ τῶν πνευμάτων ἰατρῷ τὰ ἐν ψυχαῖς γεγονότα δεικνύναι πάθη, καί τοι πάντα εἰδότι, κἂν μή τις ἕλοιτο τοῦτο δρᾷν. Ὑπερῆρθαι τοίνυν φησὶ τῆς ἑαυτοῦ κεφαλῆς τὰς ἁμαρτίας· τοῦ ὑπερῆρθαι σημαίνοντος τὸ οἷον φορτίου δίκην ἐπενηνέχθαι δυσαχθεστάτου. Τουτὶ γὰρ ἡμῖν καὶ ὁ γείτων εὐθὺς διερμηνεύει στίχος, βεβαρύνθαι λέγων αὐτὰς ὡς φορτίον βαρύ· δυσδιακόμιστον γὰρ φορτίον νοῦ καὶ φρενὸς, ἔλεγχος ὁ ἐφ' ἁμαρτίαις. Πλὴν ἀπαλλάττει τοῦ κακοῦ τοὺς ἠῤῥωστηκότας ὁ Κύριος, λέγων· «Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Καὶ ἄλλο δέ τι διδάσκει περὶ ἑαυτὸν γεγονὸς ὁ Δαβὶδ λέγων· «Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ.» Ἐβάρει γὰρ αὐτοῦ τὴν συνείδησιν τὰ τετολμημένα αὐτῷ, ὡς μὴ δύνασθαι βαστάζειν αὐτὰ, δι' εὐγένειαν καὶ εὐγνωμοσύνην ψυχῆς. Ὁ μὲν γὰρ ἀτεράμων καὶ ἀπόσκληρος, κατὰ τὴν σκληρότητα ἑαυτοῦ θησαυρίζει ἑαυτῷ ὀργὴν, αὔξων τὰ ἑαυτοῦ κακά· «Ὅταν γὰρ ἔλθῃ ἁμαρτωλὸς εἰς βάθη κακῶν, καταφρονεῖ·» ὁ δὲ εὐγνώμων, εἰ καὶ ἅπαξ ποτὲ ὀλισθήσειε κατά τινα τοῦ διαβόλου συναρπαγὴν, δεινῶς βαρεῖται τὴν συνείδησιν, ὡς μὴ δύνασθαι σιγᾷν, μηδὲ κρύπτειν τὸ ἑαυτοῦ κακόν. «Ἐκ περισσεύματος γοῦν τῆς καρδίας τὸ στόμα λαλεῖ.» Ὅθεν μὴ φέρων σιωπᾷν, ἐξέφῃνε τὰ συνέχοντα αὐτὸν, λέγων· «Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμὲ,» δηλονότι αἱ ἀνομίαι μου. Οὐκ ἔστι δὲ τοῦτο εἰπεῖν τοὺς μὴ τῶν ἰδίων ἁμαρτημάτων αἰσθανομένους. Τινὲς γοῦν καὶ ἥδονται καὶ ἐγκαυχῶνται τοῖς αὐτῶν πλημμελήμασιν, ὡς ἡδέως ταῦτα βαστάζοντες. Κεφαλὴν δὲ λέγει τὸ ἡγεμονικόν. Φύσει δὲ τῆς κακίας κατωφεροῦς οὔσης καὶ βαρυτάτης ὡς ταλάντῳ μολίβδου παραβάλλεσθαι, μόνος ὁ μετανοῶν τοῦ βάρους αὐτῆς αἰσθάνεται. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μόλωπές μου. (A f. 207 b, B f. 135) Πληγῶν δὲ καὶ τραυμάτων λείψανα φαίη τις ἂν εἶναι τοὺς ἐναπομένοντας τῇ σαρκὶ μώλωπας, εἰ συμβαίη πλήττεσθαι παρ' ὁτουοῦν. Πλὴν εἰ μὴ καὶ οὗτοι θεραπεύοιντο, καταλγύνουσιν οὐ μικρῶς· ἀνευρύνονται δὲ καὶ εἰς ἑλκώσεις ἔσθ' ὅτε, καὶ παλινδρομοῦσιν εἰς τὸ ἐν ἀρχαῖς. Τοιοῦτον καὶ ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς ὁρᾶται συμβαῖνον· πλήττει μὲν γὰρ ἡ ἁμαρτία, καὶ τραύματος δίκην αὐτοῖς ἐμφύεται τὸ κακὸν, εἰ διεξάγοιτό πως εἰς πέρας. Ἀλλ' εἰ καὶ παύσαιτό πως ἐνεργῶν τις τὸ πλημμέλημα, ἤγουν τῆς ἐκτόπου καὶ βδελυρᾶς ἡδονῆς τὴν ἀπόλαυσιν, ἕως ἐστὶν ἐν αὐτῷ τῆς ἐπιθυμίας ἡ δύναμις κρατυνομένη τε καὶ ἰσχύουσα, εἰ καὶ ἀνακόπτοιτό πως τοῖς εἰς τὸ ἄμεινον ἐπιλογισμοῖς, τοὺς τῶν τραυμάτων μώλωπας ἔχει· εἰ δὲ δὴ συμβαίνοι καὶ ἐγχρονίζειν αὐτοὺς, μεταφοιτήσειεν ἂν ἴσως, ὡς ἔφην, καὶ εἰς ἑλκώσεις ἔσθ' ὅτε, τῆς εἰς τὸ φαῦλον ἡδονῆς διεξαγομένης εἰς πέρας. Οἱ μὲν οὖν τοῖς ἁμαρτήμασιν ἐπιμένοντες, χαίροντες ἐπ' αὐτοῖς καὶ ἐνηδόμενοι, χοίροις ἐοίκασιν ἐγκυλιομέ-

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
