# Expositio in Psalmos 69.960

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.960

νοις βορβόρῳ· ὁ δ' εἰς ἄπαξ ὀλισθήσας, ἔπειτα ἀναλαβὼν ἑαυτὸν, καὶ τὴν χοιρώδη ζωὴν καὶ, ἴν' οὕτως ὀνομάσω, αἴσθησιν ἀποθέμενος, ἀναλαβὼν δὲ θείαν αἴσθησιν ὡς αἰσθάνεσθαι τῆς δυσωδίας τῶν ἰδίων ἁμαρτημάτων, τὴν μιαρὰν ἐκείνην πρᾶξιν ὡς δυσώδη καὶ ἀκάθαρτον βδελύσσεται. Τοιοῦτόν τι πεπονθὼς ὁ Δαβὶδ ὑπὸ συναισθήσεως ὑγιοῦς, ὁμολογεῖ λέγων· Ὅσα πεποίηκα δι' ἀφροσύνην, ταῦτά μοι ἐσάπη μὴ ἀνακαινιζόμενα παρ' ἐμοῦ καὶ πάντα μοι ἥξει μετανοοῦντι. Ἐπεὶ τοίνυν ὑπερήρθησαν αἱ ἀνομίαι μου πληθυνθεῖσαι, καὶ τῆς κεφαλῆς ἀνώτεραι γενόμεναι, ἐβαρύνθησαν ἐπ' ἐμὲ, καὶ προσώζεσαν καὶ ἐσάπησαν, τούτου χάριν ἰατρεύων ἐμαυτόν. Ἐταλαιπώρησα καὶ κατεκάμφθην ἔως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. (A f. 208, B f. 135) Ἐνταῦθα σαφῶς ἀπαριθμεῖται τὰ ὡς ἀπό γε τοῦ συνειδότος ἀνθρώπῳ παντὶ συμβαίνοντα, ὅταν ἔχῃ πολὺ τὸ κατηφὲς ἐφ' ἁμαρτίαις δὲ δηλονότι καὶ πράξεσιν οὐκ ὀρθαῖς. Ἐπιπίπτει γὰρ καρδίαις φορτίου δίκην, καὶ ἀνανεύειν οὐκ ἐᾷ, ἀλλὰ τὴν ἐσχάτην αὐτὰς ὑπομένειν παρασκευάζει ταλαιπωρίαν, ὥστε καὶ κατάγχεσθαι [al. cod. κατεάγνυσθαι] δοκεῖν καὶ συγκαλύπτεσθαι, καὶ σκυθρωπάζειν ἀεὶ, καὶ οὐχ ἑκούσας καταβιάζεται· καὶ τοῦτο μέχρι παντὸς, τουτέστιν εἰς ἔσχατον τοῦ πάθους, ἄχρις ἂν ἐλεήσῃ Θεὸς καὶ ἀπαλλάξῃ τοῦ κακοῦ, κατανεύσας τὴν ἀμνηστίαν, καὶ διανευρώσας τὸν νοῦν εἰς τὸ ἀνακύψαι λοιπὸν, καὶ ἀποσείσασθαι μὲν τὸ κατηφὲς, ἀναθαρσῆσαι δὲ εἰς τὸ δύνασθαι κρατεῖν καὶ ἀντιφέρεσθαι γεννικῶς ταῖς τῆς ἁμαρτίας ἐφόδοις· ὑφ' ἧς καὶ ἠνάγκασται ταλαιπωρῆσαί τε καὶ κατακαμφθῆναι, καὶ κατὰ πᾶσαν ἡμέραν σκυθρωπάζων πορεύεσθαι. Καρδίας γὰρ, φησὶν, εὐφραινομένης θάλλει πρόσωπον, ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει. Εὐφραίνει δὲ πάντως ἐφ' ἅπασι τοῖς ἀρίστοις τὸ συνειδὸς, μαρτυροῦν αὐτοῖς ἀστειότητα βίου λαμπρὰν καὶ εἰλικρινῆ καὶ ἀξιεπαινετάτην ζωήν· καταλγύνει δὲ οὐ μικρῶς καὶ σκυθρωπὸν αὐτοῖς ἀποφαίνει τὸ πρόσωπον, ὅταν ἐπὶ πταίσμασι κατηγορῇ καὶ πικροῖς ἐλέγχοις κατατιτρώσκῃ τὸν νοῦν. Ὅτι αἱ ψύαι [marg. ψῶαι, et ψόαι] μου ἐπλήσθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου. (A f. 208 b, B f. 135 b) Ἑτέραν τινὰ πρὸς τούτοις ἀθλιότητα δηλοῖ πλημμελοῦσι συμβαίνουσαν. Ἡ γὰρ ψυχή μου, φησὶν, ἐπλήσθη ἐμπαιγμῶν. Ἐμπαιγμὸν δέ φησιν ἡ θεόπνευστος Γραφὴ τὴν παρά τινων χλευασίαν, ἤτοι τὸν γέλωτα τὸν παρ' ἐχθρῶν. Εἰσὶ γὰρ, εἰσί τινες τῶν ἐν ἡμῖν σκαιοί τε καὶ φιλοσκώμμονες, φιλεγκλήμονές τε καὶ δεινοί· καὶ τῶν μὲν ἰδίων πλημμελημάτων οὐδ' ὅσον εἰπεῖν τίθενταί τινα λόγον, ἐπιτωθάζουσι δὲ τοῖς ἄλλοις, εἰ δήπου συμβαίνοι παρολισθεῖν καὶ ὑπενεχθῆναι. Διὰ τοῦτο ταῖς τῶν ἀθυροστομεῖν εἰωθότων συκοφαντίαις ἤγουν λοιδορίαις τῶν τοιούτων ἐμπαιγμῶν ἐμπεπλῆσθαί φησιν τὴν ἑαυτοῦ ψυχὴν, κατηγορούντων πάντως που τῶν ὠνομασμένων. Καὶ τοῦτο, φησὶν, οὐκ οὔσης ἰάσεως ἐν τῇ ἐμῇ σαρκὶ, τουτέστιν ἀγρίως οὕτω δεδαμασμένης ὑπό γε τῶν τῆς ἀσκήσεως πόνων, ὡς πέρα γενέσθαι λαβεῖν τὴν ἴασιν.

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
