Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.961
Not analysed yet
Ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. (A f. 208 b) Κακοῦσθαί φησιν ὠρύεσθαί τε ἀπὸ στεναγμοῦ τῆς ἑαυτοῦ καρδίας. Μαστίζον γὰρ τὸ συνειδὸς τὴν καρδίαν στεναγμοὺς ἀφιέναι ποιεῖ. Ὁ γὰρ ἁλοὺς ὅλως ἐπὶ πταίσματι, καὶ ὑπὸ τοῦ συνειδότος κατηγορούμενος, συνεὶς δὲ ὅτι προσκέκρουκε τῷ Θεῷ, οὐ ῥᾳθυμεῖν ὀφείλει, λύπῃ δὲ μᾶλλον μονονουχὶ καταμεθύουσαν ἔχειν τὴν διάνοιαν, καὶ τὴν καρδίαν κεκακωμένην ὡς ἀπό γε πικρᾶς ὀδύνης, ὥστε καὶ ὠρύεσθαι δοκεῖν ἀνιεμένων ἐκ βάθους τῶν στεναγμῶν, καὶ ἐκ τῶν κατωτάτω τῆς καρδίας μυχῶν βαρείας καὶ ἀλαλήτου πεμπομένης ἠχῆς. Οὐ γὰρ ἵνα, φησὶ, τοῖς πολλοῖς φανερὸς γένωμαι, τοῖς χείλεσιν ἐξομολογοῦμαι, ἐν αὐτῇ δὲ τῇ καρδίᾳ τὸ ὄμμα μύων σοι μόνῳ τῷ βλέποντι τὰ ἐν κρυπτῷ τοὺς ἐμαυτοῦ στεναγμοὺς ἐπεδείκνυον, ἐν ἐμαυτῷ ὠρυόμενος. Οὐδὲ γὰρ μακρῶν μοι λόγων χρεία ἧν πρὸς τὴν ἐξομολόγησιν, ἀλλ' ἤρκουν πρὸς ταύτην οἱ τῆς καρδίας στεναγμοὶ, καὶ οἱ ἀπὸ βάθους τῆς ψυχῆς πρὸς τὸν Θεὸν ἀναπεμπόμενοι ὀδυρμοί. Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου. (A f. 209) Ἡδοναὶ μὲν γὰρ αἱ πρὸς τὰ τῆς φαυλότητος ἔργα τὴν τοῦ ἀνθρώπου διάνοιαν καταφέρουσαι, ἐξ ὀφθαλμῶν εἰσι τοῦ πανάγνου Θεοῦ· οὐ γὰρ ἂν ἐπισκέψαιτο τὸ ἀπηχθημένον αὐτῷ. Ἐπιθυμία δὲ πᾶσα καλοῦσα πρὸς ἀρετὴν ἐφορᾶται παρ' αὐτοῦ. Ἀναθετέον δὴ οὖν τῷ Θεῷ αὐτὴν, οἱονεί πως ἁπάσης ἡμῶν ἐπιθυμίας τὴν πηγὴν, ὥστε ὅλον τὸ ἐπιθυμητικὸν προσφέροντας δύνασθαι λέγειν· «Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου.» Ὁ δὲ Δαβὶδ καὶ τοιοῦτόν τι λέγει· «Ὁ τῆς ἐμῆς πόθος μετανοίας, στήτω ἐναντίον σου.» Καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. (A f. 209, B f. 136 b) Προστίθησι δὲ ὁ Ψάλλων ὅτι Οὐκ ἐκρύβη ἀπὸ σοῦ ὁ στεναγμός μου, ἵνα τι τοιοῦτον ἐννοῶμεν καταδηλοῦν αὐτόν· σὲ γὰρ, φησὶ, τὸν παντεπόπτην, τὸν ἐτάζοντα καρδίας καὶ νεφροὺς, ποιοῦμαι μάρτυρα τῶν ἐμῶν στεναγμῶν. Οὐ γὰρ ἐφ' ἑτέρῳ, φησὶ, πέπρακται παρ' ἐμοῦ, πλὴν ὅτι ἐπὶ μόνῳ τῷ λελυπῆσθαι καὶ κλαίειν, ὅτι τοῖς σοῖς προσκέκρουκα νόμοις. Ἔθος δὲ τοῖς ἀνατείνουσι λιτὰς τὸ ἀναβράττειν ἐκ βάθους, ὡς ἔφην, τοὺς στεναγμοὺς, Θεοῦ καὶ τοῦτο δόντος ἀνθρώποις εἰς ἄκεσιν καὶ ἀνακωχὴν τοῦ καταβρίθοντος πόνου. Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου. (A f. 209 b, B f. 136 b) Ἀπαριθμεῖται πάλιν τὰ συμβαίνειν εἰωθότα τοῖς ἔσθ' ὅτε νενικημένοις ἐκ πικρᾶς ἡδονῆς, καὶ καταληϊζομένης τρόπον τινὰ τὸν νοῦν, καὶ ἐφ' ἃ μὴ προσῆκε κατακομιζούσης αὐτόν. Τίνα γὰρ τρόπον συμβέβηκεν αὐτῷ τὸ παρολισθεῖν, διαδείκνυσιν εὖ μάλα. Θόρυβος γὰρ ἤτοι ταραχὴ τὴν ἐμὴν εἰσέδυ καρδίαν, κατεσκοτίσθη δὲ καὶ ὁ νοῦς· ἕως μὲν γὰρ ἀνάλωτός ἐστι ταῖς εἰς τὸ φαῦλον ἡδοναῖς, καὶ ἱδρυμένην ἔχει τὴν στάσιν εἰς τὸ βούλεσθαι διὰ πάσης ἐπιεικείας τὴν εὐφυᾶ καὶ ἐξαίρετον διᾴττειν τοῦ βίου τρίβον εὐδίαν ἔχει καὶ γαλήνην