# Expositio in Psalmos 69.964

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.964

καὶ πλείστην ὅσην ἐν ἑαυτῷ τὴν ἀταραξίαν· καὶ πρός γε τούτῳ, καθαρὸν αὐτῷ τῆς παρὰ Θεοῦ νήψεως ἐναστράπτει τὸ φῶς. Ὡς γὰρ ὁ πάνσοφος γράφει Παῦλος· «Ἡ εἰρήνη τοῦ Χριστοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν.» Ἐπὰν δὲ μονονουχὶ καὶ δορύληπτος ἡ καρδία γένηται, τῆς ἐκτόπου καὶ πονηρᾶς ἡδονῆς ἐπιχεομένης αὐτῇ, ἐμπίπλησι μὲν αὐτὴν θορύβων ὁ Σατανᾶς, καὶ λογισμοὺς ἐντίκτει πονηροὺς, καταθολοῖ δὲ, καὶ σκότους τοῦ νοητοῦ μεμεστωμένην εὐθὺς ἀποφαίνει, καὶ μονονουχὶ πολέμου καὶ μάχης ἀναμεστοῖ, τοῦτο μὲν λογισμῶν ἀγαθῶν ἀπεχόντων αὐτῆς εἴς γε τὸ δεῖν τῆς ἀρετῆς ἀντέχεσθαι, τοῦτο δὲ τοῦ τῆς ἁμαρτίας νόμου καθέλκοντος εἰς τὸ πλημμελές. Τάχα δὲ καὶ τοῦτο αἰνίττεται, ὅτι καὶ μεσούσης ἡμέρας, ὡς ἐν σκότῳ διῆγον ὑπὸ τῆς ἀθυμίας, καὶ τῷ πολλῷ θρήνῳ τὴν ἐμὴν ἰσχὺν ἀπολώλεκα. Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, κ.τ.λ. (A f. 210) Ἕτερόν τί φησιν ἁγίοις εἰωθὸς ἐπισυμβαίνειν ἔσθ' ὅτε, καὶ ἁπλῶς τοῖς ἐκ Θεοῦ δι' ἁμαρτίας παιδευομένοις· ἀφίστησι γὰρ αὐτῶν τὴν ἑαυτοῦ χάριν, ὥστε καὶ εἰς τοῦτο ἀφικέσθαι ταλαιπωρίας αὐτοὺς, ὡς μηδένα παντελῶς εὑρεῖν δύνασθαι τὸν παραστάτην ἢ φιλαλλήλως συναλγοῦντα· ἐν τάξει δὲ μᾶλλον ἐχθρῶν γεγονότας, καὶ τοὺς ἐγγὺς κατὰ γένος ἢ κατὰ διάθεσιν ἢ καθ' ἔτερόν τινα φιλίας καὶ οἰκειότητος τρόπον. Τῶν οὖν φίλων μου, φησὶ, καὶ τῶν πλησίον, οἱ μὲν καὶ φανερῶς ἐξ ἐναντίας ἤγγισαν καὶ ἔστησαν, τουτέστιν ἀντέστησάν μοι, ὡς ὁ Ἀβεσσαλὼμ καὶ ὁ Ἀχιτόφελ· οἱ δὲ τὸ φιλανθρωπότατον, ἀπὸ μακρόθεν ἔστησαν, τῆς πρὸς ἐμὲ διαθέσεως ὡς ἀπωτάτω δραμόντες. Καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου. (A f. 210, B f. 137 b) Πρός γε τούτοις οἱ ζητοῦντές μου τὴν ψυχὴν ἐξεβιάσαντο· καὶ ἐθέλοντές μοι τὰ κακὰ, ματαιότητας ἐλάλησαν, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. Ἐπαμύνοντος γὰρ οὐδενὸς ἢ κατοικτείροντος ἤγουν συμπαρεστῶτος, οἱ ἐχθροὶ κατεβιάζοντο καὶ συνέτριβον, τοῦτο μὲν συκοφαντίαις, τοῦτο δὲ καταλαλιαῖς ταῖς κατεψευσμέναις, προσεπάγοντες καὶ δόλους, τουτέστι παγίδα ἀρτύοντες. Καὶ τί γὰρ οὐχὶ ποικίλως ἐκμηχανώμενοι τῶν κακοῦν εἰωθότων; Καὶ ταύτῃ μὲν πλείστοις τῶν ἁγίων συνέβη παθεῖν. Ἰστέον δὲ ὅτι καὶ αὐτὸς ταῦτα πρὸ ἡμῶν δι' ἡμᾶς τε καὶ ὑπὲρ ἡμῶν ὑπομεμένηκεν ὁ Χριστός. Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, κ.τ.λ. (A f. 211, B f. 138) Ἐπεὶ οὖν εἰς σὲ ἤλπισα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, διὰ τοῦτο εἰσακούσῃ, ὅτι θελητὴς ἐλέους εἶ σὺ, καὶ οὐ βούλει τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν αὐτοῦ. Οὐκοῦν ἐγὼ, φησὶν, ὡσεὶ κωφὸς οὐκ ἤκουον, γέγονα δὲ παραπλήσιος τοῖς μὴ λόγον ἔχουσιν ἐν γλώσσῃ, μήτε μὴν ἀκούουσιν ὅλως, ἢ γοῦν ἔχειν δυναμένοις ἐλέγχους ἐν τῷ στόματι. Οἱ γὰρ τοῖς συκοφαντοῦσιν ἀντιλέ-

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
