# Expositio in Psalmos 69.965

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.965

γειν ἐθέλοντες, ὡς ψεύστας ἐλέγχουσιν, ἐφ' ἑκάστῃ τῶν λοιδοριῶν ἀπολογούμενοι δηλονότι, καὶ τὰ τῆς φιλοψογίας ἐγκλήματα παραλύοντες. Ἀλλ' ἐγὼ, φησὶν, οὐ γέγονα τοιοῦτος· σεσίγηκα δὲ διακαρτερῶν, ἵνα μὴ κατ' ἐμαυτοῦ πικροτέρους τοὺς μισοῦντας ἐργάσωμαι. Χρὴ γὰρ ἐν πειρασμοῖς εἴκειν μᾶλλον, ἀλλὰ μὴ ἐν ἴσῳ τρόπῳ τοῖς διώκουσιν ἀντιφέρεσθαι. Ὅτι δὲ τὸ κεκωφῶσθαι δοκεῖν ἐν καιρῷ πειρασμῶν, καὶ ἀλάλους ἐοικέναι, οὐ κτηνοπρεποῦς ἀναισθησίας ἔργον ἐστὶ, καρτερίας δὲ μᾶλλον ἐπαινουμένης καρπὸς, ἐνταῦθα διαδείκνυσι· σεσίγηκα γὰρ, φησὶ, διὰ μόνον τὸ ἐπὶ σοὶ τὰς τῆς σωτηρίας ἔχειν ἐλπίδας, καὶ ὅτι σε τῶν ἁπάντων ἐπέκεινα ἐπεγραφόμην ἐκδικητὴν, ὃς καὶ τοῖς ἐπεμβαίνουσι τῷ Ἰὼβ φίλοις ἐπιτιμήσας, ὡς ἀπηνῶς προσλαλοῦσιν ἀνδρὶ δοκιμαζομένῳ καὶ πυρουμένῳ, ἔδειξας ὅτι ἀπήχθηταί σοι τὸ κατεπιφύεσθαί τινας τῶν ἐν περιστάσει καὶ πειρασμοῖς. Σὺ μὲν οὖν, ὦ Δέσποτα, ἀκούσῃ τοὺς ἐπ' ἐμοὶ γενομένους παρὰ τῶν ἐχθρῶν τωθασμοὺς, ἤγουν τὰ τῶν λοιδοριῶν εἴδη, ὄψει δὲ καὶ ἅπερ ἐξεμηχανήσαντο κατ' ἐμοῦ· ἐγὼ δὲ καὶ λόγους καὶ θυμοὺς ἀνακόψας, καὶ μονονουχὶ κεκωφωμένος, ἐπὶ σοὶ πᾶσαν ἐθέμην τὴν ἐλπίδα, εἰδὼς ὅτι σὺ ἀκούεις, κἂν ἐγὼ κωφεύω πρὸς τὰς κατ' ἐμοῦ βλασφημίας. Ὅτι εἶπα· Μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου, κ.τ.λ. (A f. 211 b, B f. 138) Ἐγὼ, φησὶν, ἐπὶ σοὶ ἐλπίσας, τὰ μὲν ἄλλα κεκωφῶσθαι ἐδόκουν, πλὴν ἐκεῖνο μόνον ἐζήτουν, τὸ μὴ ὑπὸ χεῖρα γενέσθαι τῶν ἐχθρῶν, μήτε μὴν ἐφησθῆναί μοί τινας τῶν πολεμεῖν εἰωθότων, ὥς γε τὸν εἰς ἅπαν ὑπομείναντι κλόνον, καὶ ἀνατετραμμένῳ παντελῶς, καὶ ἐξωσθέντι παρὰ σοῦ, καὶ ἀλλοτρίωσιν ὑπομείναντι τὴν ἐξ ἀκράτου θυμοῦ. Ἐδεδίην δὲ πρὸς τούτῳ, μὴ ἄρα πως σεσαλευμένους ὁρῶντες τοὺς ἐμοὺς πόδας, ὑπέρκομπόν τι καὶ ἀπηχὲς, κατὰ τῆς σῆς λέγωσι δόξης. Τοῦτο γὰρ σημαίνει, καὶ ἕτερον οὐδὲν, τὸ μεγαλοῤῥημονῆσαί τινας δοκιμαζομένων ἁγίων. Οἴονται γὰρ ἔσθ' ὅτε, μὴ διαρκέσειν δύνασθαι πρὸς σωτηρίαν αὐτοῖς τὴν τοῦ διασώζοντος χεῖρα, ὡς ἀτονήσαντος πρὸς τὰς παρ' αὐτῶν ἐφόδους τοῦ ἐφ' ᾧ πεποίηνται τὴν ἐλπίδα. Καθάπερ ἀμέλει καὶ Ῥαψάκης ὁ Βαβυλώνιος ἀμετρήτῳ γλωσσαλγίᾳ κατὰ Θεοῦ χρώμενος ἔφασκεν· «Μὴ ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρός μου;» Ὅτι ἐγὼ εἰς μάστιγας ἔτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μου διὰ παντός. (A f. 212) Ταύτην ἰάσασθαι καὶ Δαβὶδ φροντίζων, αὐτὸς ἑαυτοῦ κατηγόρει διὰ τῶν πρὸς τὸν Θεὸν ἐξομολογήσεων. Διό φησιν· «Ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διὰ παντός·» ἀλγηδόνα ἴσως τὴν τοῦ ἀλγεῖν ὀνομάζων πρόφασιν, τουτέστι τὴν ἁμαρτίαν ἢν καὶ τραῦμα νοῦ καὶ καρδίας πληγὴν, οὐκ ἄκομψον εἰπεῖν. Τό γε μὴν ἀεὶ μεμνῆσθαι τῆς ἰδίας ἁμαρτίας πρέποι ἂν ἁγίοις. Ἐνταῦθα μέν τοι σαφῶς ἐκεῖνό φησι, τὸ διὰ φωνῆς τοῦ Δαβὶδ ἐν βίβλῳ Βασιλειῶν· «Ἐμπεσούμεθα εἰς χεῖρας Κυρίου, καὶ οὐκ εἰς χεῖρας ἀνθρώπων·» ὁ μὲν γάρ ἐστιν ἀγαθὸς καὶ φιλοικτίρ-

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
