# Expositio in Psalmos 69.968

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.968

μων καὶ θᾶττον μετανοῶν ἐπὶ ταῖς κακίαις, κατὰ τὴν Γραφὴν, οἱ δὲ τραχεῖς καὶ ἀνήμεροι, καὶ εἰς ἄμετρον πολλάκις ἐκτείνοντες τὰς ὀργάς. Φεύγει μὲν οὗν ὁ Δαβὶδ τὸ ἐπιχαρῆναί τινας τῶν ἐχθρῶν αὐτῷ σαλευομένῳ τε καὶ πίπτοντι· τοῦτο γὰρ ὑπεμφαίνει τὸ, σαλευθῆναι τοὺς πόδας. Τό γε μὴν Θεοῦ πλήττοντος ὑπενεχθῆναι τῇ μάστιγι, καὶ ἀσπαστὸν ἡγεῖται, καί τοι πικρὸν ὂν, διὰ τὸ ἐκ τοῦ παιδεύεσθαι χρήσιμον· ἑαυτὸν γὰρ ὑποφέρει τῇ μάστιγι, ἑτοιμότατά τε πρὸς τοῦτο ἰέναι διισχυρίζεται. Ἀποχρῶσα δὲ τοῦτο φιλαρέτου ψυχῆς ἀπόδειξις, δυσφορούσης μὲν λίαν ἐφ' οἷς ἂν ἀῤῥωστήσειε παρενεχθεῖσα πρὸς ἃ μὴ θέμις, ἐνομιλούσης δὲ τοῖς ἀγαθοῖς σπουδάσμασιν ἥδιστά τε καὶ προθυμότατα. Τουτὶ γὰρ, οἶμαι, καὶ μάλιστα σαφῶς ἐκδείξειε, τὸ ἑτοίμως ἔχειν εἰς μάστιγας, καὶ ἐν ὀφθαλμοῖς ἀεὶ τὴν ἀλγηδόνα φέρειν, τουτέστι τὴν ἁμαρτίαν τὴν τοῦ ἀλγεῖν αἰτίαν. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ, καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. (A f. 212 b) Πιστῆς ψυχῆς καὶ ἀκριβῶς πεπεισμένης περὶ τῆς κρίσεως τοῦ Θεοῦ τυγχάνουσιν αἱ τοιαῦται φωναί. Τὸ μέν τοι Ἀναγγελῶ τέθεικεν ἐνταῦθα ἀντὶ τοῦ Ἀνήγγειλα· ὁμοίως δὲ καὶ τὸ Μεριμνήσω, ἀντὶ τοῦ Ἐμερίμνησα ἤτοι Πεφρόντικα· ἀδιαφορεῖ γὰρ ἔσθ' ὅτε περὶ τὴν τῶν χρόνων προφορὰν ἡ θεία Γραφή Οὐ γέγονα τοίνυν, φησὶ, μελλητὴς εἰς μετάγνωσιν, οὐ βραδὺς εἰς δάκρυον, οὐδὲ ὀκνηρὸς εἰς ἐξομολόγησιν, ἀλλ' οἷον εὐθὺ κατ' ἴχνος τῶν πεπλημμελημένων, ἡ ὑπὲρ αὐτῶν γέγονεν ἱκετεία πρὸς Θεόν. Ὀνίνησι δὲ καὶ τοῦτο ἡμᾶς οὐ μετρίως, τὸ εἰδέναι φημὶ τοὺς τῆς μεταγνώσεως τρόπους. Οἱ ἐχθροί μου ζῶσι, καὶ κεκραταίωνται ὑπὲρ ἐμὲ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως. (A f. 213, B f. 138 b, 139) Εἰ δὲ τοὺς ἐχθροὺς αἰσθητοὺς νοήσεις, οὕτως ἐπιβαλεῖς· ὅτι Ἐγὼ μὲν οὗν, φησὶν, δεδάκρυκα καὶ πεφρόντικα, καὶ τὸ ἐπὶ ταῖς μεταγνώσεσι προσεκόμισα δάκρυον, ὅτι πεπαρῴνηκα μὲν, καὶ τοῖς ἱεροῖς προσκέκρουκα νόμοις· οἱ δὲ τὰ ἐχθρά μοι φρονοῦντες ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμέ. Τὸ ζῶσιν ἐν τούτοις θετέον ἀντὶ τοῦ, Ἐν ἀκμαῖς εἰσιν τοῦ δύνασθαι κατορθοῦν ἅπερ ἂν βούλοιντο κατ' ἐμοῦ. Οὕτω καὶ ἡμεῖς αὐτοὶ κατειθίσμεθα πολλάκις περί τινος τῶν εὐζωνοτάτων καὶ εὐδρανὲς ἐχόντων τὸ κίνημα λέγειν, ὅτι ὁ δεῖνα τυχὸν ζῶν ἐστιν ἄνθρωπος· οὐ γὰρ ἂν ᾔτησεν ὁ δίκαιος παρὰ Θεοῦ θάνατον τῶν ἰδίων ἐχθρῶν, ἀπαθεῖ δὲ τοῦτο τῷ φιλαγάθῳ Θεῷ. Οὐκοῦν τὸ ζῶσιν ἐνταῦθα ἀντὶ τοῦ, Ἐν ἀκμαῖς εἰσι δυνάμεως καὶ εὐημερίας. Ἐπιφέρει γοῦν εὐθὺς ὅτι καὶ κεκραταίωνται ὑπὲρ αὐτόν· πληθυνθῆναι δέ φησι τοὺς μισοῦντας αὐτὸν, καὶ τοῦτο ἀδίκως, ἐκ θείας ἀποστροφῆς δηλαδὴ καὶ τούτου συμβαίνοντος τοῖς πλημμελημάτων ἔνεκεν διασμηχομένοις, πόνοις τε ὁμιλοῦσι καὶ πειρασμοῖς. Εἰ γὰρ γένοιτό τινα παθεῖν ἀποστροφὴν Θεοῦ, καὶ ἐξ ὀφθαλμῶν εὑρεθῆναι τοῦ πᾶσαν νέμειν εἰδότος ἀσφάλειαν καὶ ἐπικουρίαν, οὗτος ἔσται μεμισημένος καὶ τοῖς πάλαι φίλοις, κἂν μηδὲν εἴη τὸ διακόπτον τὴν

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
