Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.969
Not analysed yet
φιλίαν, καὶ ποιοῦν τὴν διαφοράν· τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ μισεῖσθαι μάτην, ἤγουν ἀδίκως. Τίνες δ' ἂν εἶεν οἱ μισοῦντες ἀδίκως, διαλευκαίνει πάλιν ἐν τούτοις· «Οἱ ἀνταποδιδόντες μοι γὰρ, φησὶν, ἀντὶ ἀγαθῶν κακὰ,» κατηγόρευόν μου, καὶ οὐκ ἐπί τινι τῶν ἀτόπων, ἀλλ' ἐφ' οἷς ἔδει καὶ ἐπαινεῖσθαι ὅτι γέγονα τῆς δικαιοσύνης ἐραστής. Οἱ γὰρ Θεῷ προσκρούοντες, ὡς ἔφην, καὶ τοὺς πάλαι φίλους εὑρίσκουσι πολεμίους, εἰκῆ κατατεθηγμένους καὶ ἐπ' οὐδενὶ καὶ εἰς μάτην λελυττηκότας, πονηρά τε ἀντὶ ἀγαθῶν ἀποτιννύναι σπουδάζοντας. Ἀπογυμνώσας οὖν τὰ τραύματα τῷ τῶν ὅλων Θεῷ, λύσιν ἐπιζητεῖ τῶν συμβεβηκότων, καὶ μότωσιν αἰτεῖ τὴν ἀπὸ τοῦ πατάξαντος. Γέγραπται γὰρ, ὅτι «Ὁ πλήξας καὶ μοτώσει.» Ἡ δὲ μότωσις καὶ ἀπαλλαγὴ τῶν συμβεβηκότων, εἴη ἂν τὸ μὴ εἰς ἅπαν ἐγκαταλειφθῆναι παρὰ Θεοῦ, προσέχειν δὲ μᾶλλον εἰς τὸ στῆναί τε καὶ ἐπαμῦναι καὶ σώζειν αὐτόν. Κύριον δὲ τῆς σωτηρίας ἀποκαλεῖ τὸν Θεόν· τοῖς γὰρ αὐτοῦ νεύμασι, καὶ ἡ τῆς σωτηρίας ὁδὸς εὐήλατος ἔσται καὶ ὁμαλή. ΨΑΛΜΟΣ ΛΗʹ. ᾨδὴ τῷ Δαβίδ· εἰς τὸ τέλος, τῷ Ἰδιθούμ. (A f. 214) Ἱεροψάλτης ὑπάρχων ὁ Ἰδιθοὺμ καὶ προφητικῇ χάριτι κατεστεμμένος, ᾠδὴν ἀναβάλλεται, προσωποποιΐαν εἰσφέρων αὐτοῦ τοῦ Δαβὶδ ἐξομολογουμένου ἐπὶ τῇ ἁμαρτίᾳ. Ἢ τὴν μὲν ᾠδὴν ὁ Δαβὶδ συνέταξε, δέδωκε δὲ τῷ Ἰδιθοὺμ εἰς τὸ ψάλλειν· εἰς τὸ τέλος δὲ παραπέμπει ἡμᾶς, ἐπειδὴ τῆς ἀνθρωπείας φύσεως τραγῳδεῖ τὴν εὐτέλειαν, καὶ τὸ ταύτης ὑποδείκνυσι τέλος. Εἶπε δὲ τὸν ψαλμὸν ὁ Δαβὶδ ὑπὸ Ἀβεσσαλὼμ διωκόμενος, καὶ ὑπὸ Σεμεεὶ λοιδορούμενος. Ἐμφέρεια δὲ πλείστη τῆς παρούσης ᾠδῆς πρὸς τὸν προλαβόντα ψαλμόν· ἀλλ' ἐκεῖνον μὲν ὁ Δαβὶδ εἰς ἀνάμνησιν συνέταξεν ἑαυτῷ, ταύτην δὲ παρέδωκεν ἑτέροις, ὡς ἡμαρτηκότας μετάνοιαν τὴν ἴσην ζηλοῦν. Εἶπα· Φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου, κ. τ. λ. ,ἐσίγησα ἐξ ἀγαθῶν. (A f. 214, B f. 140 b, I f. 192 b) Ἀπόδειξις σαφὴς ἱδρυμένης καρδίας. Ἐπειδὴ γὰρ πολύτροπος ἁμαρτία ἡ διὰ γλώσσης ἐνεργουμένη, καὶ σχεδὸν πάσης ἁμαρτίας ἀρχὴ διὰ λόγου γίνεται, συνθήκας, φησὶ, πρὸς ἐμαυτὸν ἐποιησάμην, ὅπως μὴ ἁμάρτω τῇ γλώσσῃ, διὰ τὸ καὶ ὑπὲρ ἀργοῦ λόγου μέλλειν λόγους ὑπέχειν, καὶ ἐκ τῶν λόγων τῶν οἰκείων ἢ δικαιοῦσθαι ἢ κατακρίνεσθαι. Ἀλλὰ φαίη τις ἄν· Καὶ πῶς ἦν ἁμαρτάνειν, τὸ τοῖς ὀνειδίζουσιν ἀντιφέρεσθαι; Πρὸς τοῦτο ἐροῦμεν ὡς ὁ σοφὸς διδάσκει Πέτρος· «Ὥστε μὴ οὐδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόναι, ἢ λοιδορίαν ἀντὶ λοιδορίας.» Ἔφη δὲ Παῦλος, ὅτι «Καὶ καταρώμενοι εὐλογοῦμεν, δυσφημούμενοι παρακαλοῦμεν.» Καὶ περὶ τοῦ Σωτῆρος δὲ ὁ Πέτρος φησίν· «Ὃς λοιδορούμενος οὐκ ἐλοιδόρει, πάσχων οὐκ ἠπείλει,