# Expositio in Psalmos 69.972

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.972

παρεδίδου δὲ τῷ κρίνοντι δικαίως.» Τὸ δὲ ἐξ ἀγαθῶν, εὐφήμως ἀντὶ τῶν κακῶν τὰ ἀγαθὰ τέθεικεν· καθάπερ ἀμέλει καὶ τοὺς τὰς ὄψεις ἠδικημένους, βλέποντας πολλάκις κατονομάζειν ἔθος ἐστίν. Καὶ καθ' ἕτερον νοήσεις τρόπον. Οὐ γάρ τοι, φησὶν, εἷς ὑπάρχων κἀγὼ τῶν ἐξ ἔθους ἀτιμάζεσθαι πεφυκότων, οἷς καὶ οὐχ ἑκοῦσιν τοὺς τῶν κρατούντων [ἀνάγκη] φέρειν ὀνειδισμοὺς, ἀλλ' εἷς ὑπάρχων τῶν ἐν πᾶσι τοῖς ἀγαθοῖς, ἅτε δὴ καὶ βασιλικῇ δόξῃ κατεστεμμένος, τὴν ἀτιμίαν ὅμως ὑπήνεγκα, καὶ φυλακὴν ἐθέμην τῷ στόματί μου. Ἀλλ' οὔτε ἐξ ἀναισθησίας τοῦτο παθὼν, ἀλλ' ἐκ τοῦ φιλοσοφεῖν ἑλέσθαι, καὶ ταπεινοῦν ἑαυτὸν ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ. Ἐθερμάνθη ἡ καρδία μου ἐντός μου. (A f. 215, B f. 141, L f. 106 b, I f. 195 b) Ἡ μνήμη, φησὶ, τῆς ἁμαρτίας, οἷα πῦρ εἰς τὴν καρδίαν μου ἐγένετο. Ἢ ἐπειδὴ ἔθος τοῖς ὀργιζομένοις ἀνάπτεσθαι, τοῦ περικαρδίου αὐτοῖς αἴματος περιζέοντος, Ἐθερμάνθη, φησὶν, ἡ καρδία μου ἐφ' οἷς ἐλοιδορούμην. Ἀκολούθως δὲ εἴρηκε τὸ ἐπὶ τοῦ πυρὸς συμβαῖνον· προηγεῖται γὰρ τοῦ πυρὸς ἡ τῆς φλογὸς θέρμη· πρῶτον οὖν ἐθερμάνθη, εἶτα ἐξήφθη. Μελετῶν τὴν ἀρετὴν, δῆλον δὲ ὅτι τὴν ἀνεξικακίαν, ἐν τοῖς ἐμοῖς σπλάγχνοις ἐξεκαύθη πῦρ· καταφλέγουσι γὰρ αἱ λύπαι καὶ αὐτὰς τῶν ἁγίων ψυχὰς, ἀλλ' οὐκ εἰς πέρας ἄγεταί τι τῶν ἐκ θυμοῦ καὶ ὀργῆς. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ, «Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε.» Τὸ μὲν γὰρ μηδ' ὅλως εἰσδέξασθαι τὴν ὀργὴν, μηδὲ θερμανθῆναι, κρεῖττον ἴσως ἢ καθ' ἡμᾶς καὶ οὐκ ἐφ' ἡμῖν τάχα που· τὸ δὲ ἀνακόπτειν δύνασθαι τοῖς εἰς τὸ ἄμεινον λογισμοῖς, ἐφικτὸν ἁγίοις. Ἐθερμάνθη οὖν, φησὶν, ἐντὸς ἡ καρδία μου, οὐ μὴν καὶ εἰς τὸ ἔξω τὴν ὀργὴν προήνεγκα, ἀλλ' ἐν ἐμαυτῷ ταύτην κατέσχον καὶ οἷον ἀπέπνιξα, μηδὲν μήτε εἰπὼν μήτε δράσας ἀπὸ θυμοῦ, ἀλλ' ἢ μόνον ἐν τῷ μελετᾷν καὶ ἀναλογίζεσθαι τὴν λοιδορίαν, ἐκκαιόμενος ἔνδον ὑπὸ τῆς λύπης. Ὅτι δ' ἐστὶ τοῦτο κατορθωμάτων ἄριστον, διδάξει λέγων ὁ Σολομών· «Ὁ κρατῶν ὀργῆς, κρείσσων τοῦ καταλαμβανομένου πόλιν.» [Ἐλάλησα ἐν γλώσσῃ μου. Περὶ ὧν ἐσίγησα, φησὶν, οὐχ ὡμολογημένην τὴν δικαίωσιν ἔχων, ἐξεζήτησα παρὰ Κυρίου πληροφορίαν λαβεῖν ἀναμφίβολον παρὰ τῆς τοιαύτης σιγῆς καὶ κωφεύσεως, καὶ παρὰ πάντων ἄλλων τῶν κατὰ τὸν βίον πρακτέων, ἵνα διαγνῶ μετὰ βεβαιώσεως, ὁποῖόν τί ἐστι τὸ ὑστέρημα τῆς κατ' ἀρετὴν τελειότητος, πρὸς τὸ, κατὰ τὴν ἀναλογίαν τοῦ πλημμελήματος, ἐπιδείξασθαι καὶ τὴν μετάνοιαν καὶ διόρθωσιν.] Ἵνα γνῶ τί ὑστερῶ ἐγώ. (A f. 215 b. B f. 141. I f. 194) Ἐγὼ οἶμαι τὸ ἀπίθανον ἐνεῖναι τοῖς τοιοῖσδε λόγοις τῶν οὕτως ἑρμη-

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
