# Expositio in Psalmos 69.981

Cyrillus, Expositio in Psalmos, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/expositio-in-psalmos/69.981

δεσπότης; Φαμὲν οὖν ὅτι σεσαγήνευκεν ὁ Σωτὴρ διὰ τῆς πίστεως τοὺς ἀνὰ πᾶσαν τὴν γῆν, καταργήσας τοῦ διαβόλου τὸ κράτος, καὶ τῶν πονηρῶν δυνάμεων τὴν σκαιότητα καταλύσας, πνευματικῇ τετίμηκεν ἐλευθερίᾳ τοὺς διὰ πίστεως τῆς εἰς αὐτὸν κεκλημένους εἰς ἐπίγνωσιν αὐτοῦ. Πλὴν οὐχὶ μόνη τῶν ἐθνῶν ἡ πληθὺς εἰσβέβηκε διὰ πίστεως, ἀλλὰ γὰρ καὶ πρὸ αὐτῶν οἱ ἐξ αἴματος Ἰσραήλ. «Ἀνέκτισε γὰρ ὁ Χριστὸς τοὺς δύο λαοὺς, εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων ἀμφοτέρους ἐν ἑνὶ σώματι πρὸς τὸν Πατέρα,» καθ' ἃ γέγραπται. Ἄμφω δὴ οὖν εἷς γεγόνασι λαὸς, κατὰ τὴν αὐτοῦ Σωτῆρος φωνήν. Καὶ ἄλλα γὰρ, φησὶν, «ἔχω πρόβατα, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα δεῖ με ἀγαγεῖν· καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν.» Οὐκοῦν ὅπερ ἂν ἐξ ἑνὸς λέγηται προσώπου, τοῦτο πάντως ἁρμόσειεν ἂν τούτοις τε κἀκείνοις, διὰ τὸν τῆς ἑνότητος σύνδεσμον τῆς ἐν Χριστῷ διὰ Πνεύματος. Ὅτι δὲ τὸ Χριστοῦ μυστήριον προαπηγγέλλετο τοῖς ἐξ Ἰσραὴλ διά τε νόμου καὶ προφητῶν, εἴη ἂν οὐκ ἀσυμφανὲς τοῖς τῶν ἱερῶν Γραμμάτων ἐπιστήμοσιν. Ἔφη γάρ που Χριστὸς Ἰουδαίοις προσδιαλεγόμενος· «Εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.» Προσεδόκων γὰρ αὐτὸν ἀφίξεσθαι κατὰ καιροὺς Ἰουδαῖοι Σωτῆρα καὶ Λυτρωτὴν, οὐχὶ μόνων ἑαυτῶν, ἀλλὰ καὶ ἁπάντων τῶν ἐθνῶν. Καὶ γοῦν Συμεὼν ὁ δίκαιος, ὅτε βρέφος ὄντα Χριστὸν ἐν τῷ θείῳ τεθέατο ναῷ, «Νῦν ἀπολύεις, ἔφη, τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπόν σου· φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ Ἰσραήλ.» Ἀλλὰ καὶ τὸ ἐκ Σαμαρείας γύναιον, ὅτε Χριστῷ διελέγετο, διωμολόγηκεν ἐναργῶς. Ἔφη γάρ· «Οἴδαμεν ὅτι Μεσσίας ἔρχεται, ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος ἀπαγγελεῖ ἡμῖν πάντα.» Εἴρηται δὲ καὶ δι' ἑνὸς τῶν ἁγίων προφητῶν τοῖς Ἰουδαίων δήμοις, ἐπαγγελλομένου τοῦ Χριστοῦ τὴν ἑαυτοῦ πρὸς ἡμᾶς ἄφιξιν· «Διὰ τοῦτο ὑπόμεινόν με, λέγει Κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον, διότι τὸ κρῖμά μου εἰς συναγωγὰς ἐθνῶν.» Οὐκοῦν φαῖεν ἃν εἰκότως, ὅτι τὴν τοῦ Σωτῆρος ἄφιξιν ὡς ἕσται κατὰ καιροὺς προσδοκήσαντες· «Ὑπομένων ὑπέμεινα τὸν Κύριον,» ἀντὶ τοῦ, Προσδοκῶν προσεδόκησα· «καὶ προσέσχεν μοι,» τουτέστιν, Ἐπεσκέψατό με. Θεὸς γὰρ ὣν Κύριος ἐπέφανεν ἡμῖν, καὶ ἀνήγαγεν ἡμᾶς ἐκ λάκκου ταλαιπωρίας τῶν τοῦ θανάτου πυλῶν καὶ τῆς ἐκεῖσε φθορᾶς, ἧς καὶ ἀπηλλάγμεθα διὰ Χριστοῦ μεταμορφοῦντος εἰς ἀφθαρσίαν ἐν ἑαυτῷ καὶ πρώτῳ τὴν ἀνθρώπου φύσιν, καὶ ἀναπλάττοντος εἰς τὸ ἐν ἀρχαῖς, καὶ ἀπὸ πηλοῦ ἰλύος τῶν τοῦ κόσμου περισπασμῶν, καὶ τῆς δυσώδους ἁμαρτίας. Ἐκ τούτων γὰρ ἀνίμησεν ἡμᾶς διὰ τῆς ἀῤῥήτου χειρὸς καὶ τῆς ἀφράστου δυνάμεως τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Καὶ ἔστησεν ἐπὶ πέτρᾳ τοὺς πόδας μου, κ.τ.λ. (I f. 200) Στερεὸς γὰρ νοῦς τοῖς ἐν Χριστῷ, καθ'

---

Cyrillus Theol., Expositio in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg100.local001/.
