# Fragmenta ex libro contra Diodorum Tarsensem 496

Cyrillus, Fragmenta ex libro contra Diodorum Tarsensem, Page 496. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-ex-libro-contra-diodorum-tarsensem/496

τοῦτο καὶ οὐκ ἀρνήσαιτό τις τὸ γεγραμμένον, πλὴν ἐκεῖνό φαμεν ὅτι οὐκ ἐν ἀλλοτρίῳ σώματι κατῳκηκέναι νοοῦμεν τὴν θεότητα τοῦ Υἱοῦ, ἀλλ' ὡς ἐν ἰδίῳ μᾶλλον ναῷ, καθάπερ ἀμέλει καὶ τὴν τοῦ ἀνθρώπου ψυχὴν, ἑτέραν μὲν οὖσαν κατὰ τὴν σάρκα, τελοῦσαν γεμὴν ὁμοῦ τῇ σαρκὶ πρὸς ὑπόστασιν ἑνὸς ἀνθρώπου Πέτρου τυχὸν ἢ Παύλου. πλὴν καὶ ὑπὲρ τοῦτο νοεῖται Χριστός. οὐ γάρ τοι τὸν τοῦ Θεοῦ Λόγον ἀντὶ ψυχῆς γενέσθαι φαμὲν τῷ σώματι, κατά γε τό τισιν ἐκτοπώτατα δοκοῦν· διαβεβαιούμεθα δὲ μᾶλλον ἐψυχῶσθαι ψυχῇ νοερᾷ τὸ ἅγιον αὐτοῦ καὶ ἄχραντον σῶμα. ιʹ. Παντέλειος μὲν καὶ ὁμολογουμένως καὶ ἀναυξὴς ὁ τοῦ Θεοῦ Λόγος· γεγέννηται γὰρ ἐκ τελείου Πατρὸς, ἐκ σοφίας σοφία καὶ δύναμις ἐκ δυνάμεως. ἐπειδὴ δὲ πρόσεστιν αὐτῷ τὸ ἀναλλοιώτως ἔχειν κατὰ φύσιν, ἀδικηθεὶς οὐδὲν ὑπὸ τοῦ γενέσθαι ἐν ναῷ, μεμένηκεν ὁ αὐτὸς, τουτέστι παντέλειος καὶ σοφία καὶ δύναμις, καὶ προέκοπτε μὲν ἡ σὰρξ ἁδρυνομένη κατὰ βραχὺ κατά γε τὸν τῆς φύσεως νόμον, ὁ δὲ ἑνωθεὶς αὐτῇ Λόγος τῆς ἑαυτοῦ σοφίας τὴν ἔκφρασιν ἐποιεῖτο κατὰ βραχὺ, καὶ οἷον συμπαρατρέχουσαν τῇ τοῦ σώματος αὐξήσει καὶ ἐπιδόσει, καὶ οὐκ ἀνάρμοστον κομιδὴ τῇ τῆς ἡλικίας ποσότητι. ιαʹ. Οὐκοῦν "κεκοινώνηκε παραπλησίως ἡμῖν αἵματος καὶ

---

Cyrillus Theol., Fragmenta ex libro contra Diodorum Tarsensem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg014.local001/.
