# Fragmenta ex libro contra Diodorum Tarsensem 497

Cyrillus, Fragmenta ex libro contra Diodorum Tarsensem, Page 497. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-ex-libro-contra-diodorum-tarsensem/497

"σαρκὸς," ἵνα σαρκὶ τῇ ἰδίᾳ τῷ θανάτῳ προσβαλὼν, εἶτα καταργήσας αὐτὸν τοῖς θνητοῖς ἡμῶν σώμασι κατορθώσῃ τὴν ἀφθαρσίαν καὶ ἵνα τὸν ἐν τοῖς μέλεσι τῆς σαρκὸς ἀγριαίνοντα νόμον τῆς καθ' ἡμῶν ἀποστήσῃ πλεονεξίας. οὐ γὰρ ἦν ἑτέρως προσμίξαι τῷ θανάτῳ τὴν ζωὴν, εἰ μὴ θνητῷ σώματι προσεχρήσατο· καὶ οὐδ' ἂν τῶν ἐμφύτων καὶ ἐν ἡμῖν ἡδονῶν ἠμβλύνθη τὸ κέντρον, εἰ μὴ γέγονεν ἴδιον σῶμα τοῦ Λόγου τὸ ἐξ ἡμετέρου ληφθὲν φυράματος. ιβʹ. Οὐκ ἄψυχον μὲν, ὦ γενναῖε, φαμὲν εἶναι τὴν ἐκ σπέρματος τοῦ Δαυεὶδ ἑνωθεῖσαν τῷ Θεῷ Λόγῳ σάρκα, ἀλλ' οὐδ' ἂν αὐτὸν τὸν Λόγον ὑποτοπήσειέ τις, εἴ γε νοῦν ἔχοι μὴ παρεφθαρμένον, ἀντὶ νοῦ καὶ ψυχῆς γενέσθαι τῷ ἁγίῳ ναῷ, πλὴν οὐκ ἄνθρωπον ἀνὰ μέρος καὶ ἰδικῶς Υἱὸν ὀνομάζειν εἰθίσμεθα τὸ ἐκ τοῦ σπέρματος τοῦ Δαυείδ. ιγʹ. Τοῦ μακαρίου κυΚυρίλλου ἀλεξανδρείας ἐκ τοῦ κατὰ διοδώρου. Ἀλλ' ὦ σοφὲ φαίην ἂν ψυχὴ μὲν καὶ σῶμα πρὸς ἀνθρώπου γένεσιν καὶ οὐκ ἂν προανίσχει θατέρου θάτερος.

---

Cyrillus Theol., Fragmenta ex libro contra Diodorum Tarsensem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg014.local001/.
