Ancient Greek · ~6 min
Page 455
Cyrillus Theol., Fragmenta homiliae quod unus est Christus 455
Not analysed yet
II. FRAGMENTA HOMILIAE QUOD UNUS EST CHRISTUS. Ἐκ τοῦ αὐτοῦ λόγου ὅτι εἷς ὁ Χριστός. Οἱ διαιροῦντες εἰς υἱοὺς δύο τὸν ἕνα Χριστὸν, ὥσπερ εἰς λήθην ἥκουσι τῶν τοῦ μακαρίου Παύλου φωνῶν· γράφει γὰρ ἐναργῶς, ποτὲ μὲν ὅτι "ἡμῖν εἷς Θεὸς ὁ πατὴρ, ἐξ οὗ "τὰ πάντα καὶ ἡμεῖς ἐξ αὐτοῦ, καὶ εἷς Κύριος Ἰησοῦς Χρι"στὸς, δι' οὗ τὰ πάντα καὶ ἡμεῖς δι' αὐτοῦ," καὶ πάλιν "Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα·" εἰ δὲ ἦσαν υἱοὶ δύο κατά τινας, ἔφη ἄν Δύο κύριοι, δύο πίστεις, δύο βαπτίσματα· ἕνα δὲ λέγων καὶ μίαν πίστιν καὶ ἓν βάπτισμα, ἐκείνων ἀπαιδευσίαν καταψηφίζεται. εἰ γὰρ δύο κατ' αὐτούς εἰσι, τίνα κύριον εἴπομεν, τίνι τὴν πίστιν ὁμολογοῦμεν, εἰς τὸ τίνος ὄνομα βαπτιζόμεθα; Ἐκ τοῦ αὐτοῦ λόγου. Ἴδωμεν πρῶτον τί φησιν ὁ μακάριος Δανιὴλ, καὶ τὴν ὅρασιν αὐτοῦ τὴν φρικωδεστάτην φέρε πολυπραγμονήσωμεν ἀναγκαίως, πρῶτον μὲν τεθεᾶσθαι παλαιὸν ἡμερῶν καθήμενον ἐπὶ θρόνου καὶ χιλιάδας λειτουργούσας αὐτῷ, καὶ μυριάδας περιεστώτας αὐτοῦ τὸν θρόνον· εἶτά φησιν "Ἐθεώρουν ἐν "ὁράματι τῆς νυκτὸς καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ "ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμε"ρῶν ἔφθασε, καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη καὶ αὐτῷ "ἐδόθη ἡ τιμὴ καὶ ἡ βασιλεία καὶ πᾶσαι φυλαὶ γλῶσσαι "αὐτῷ δουλεύουσιν." ἰδοὺ δὴ σαφῶς ὡς υἱὸς ἀνθρώπου μετὰ τῶν νεφελῶν ἔρχεται καὶ μέχρι τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε. καὶ τί τοῦτό ἐστι δοκιμάσωμεν ἀκριβῶς. ἆρα γὰρ τόπῳ περιληπτὸς ὁ τῶν ὅλων Θεὸς οὗ πάντα μεστά; οὐ