# Fragmenta in Acta apostolorum et in epistulas catholicas 74.1013

Cyrillus, Fragmenta in Acta apostolorum et in epistulas catholicas, Volume 74. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-acta-apostolorum-et-in-epistulas-catholicas/74.1013

μέγιστον δὲ ἀγαθῶν ἡ πίστις, πρόξενος πάσης σωτηρίας καθεστῶσα. Διότι περιέχει ἐν τῇ Γραφῇ· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον, ἐκλεκτὸν, ἔντιμον· καὶ ὁ πιστεύων ἐπ' αὐτῷ, οὐ μὴ καταισχυνθῇ. Ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν. Κυρίλλου. Λίθον μὲν ἐκλεκτὸν, πολυτελῆ καὶ ἔντιμον, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀποκαλεῖ, τῇ τῆς θεότητος δόξῃ καὶ ὑπεροχῇ διαπρέποντα. Ἀκρογωνιαῖον δέ φησιν, ὡς διὰ πίστεως μιᾶς κατασφίγγοντα πρὸς ἑνότητα πνευματικὴν τοὺς δύο λαοὺς, τὸν ἐξ Ἰσραὴλ καὶ τὸν ἐξ ἐθνῶν. Ἀλλ', «Ὁ πιστεύων, φησὶν, ἐπ' αὐτῷ, οὐ μὴ καταισχυνθῇ.» Ἄθρει δὲ πῶς ἀνίησι τοῖς τεθλιμμένοις τὸ ἐλεύθερον. Καί φησι· «Τίθημι τὸν ἐκλεκτὸν λίθον εἰς τὰ θεμέλια Σιών·» καὶ τί τὸ ἐντεῦθεν ὄφελος; «Ὁ πιστεύων ἐπ' αὐτῷ, οὐ μὴ καταισχυνθῇ.» Παυσάτω τὴν γλῶσσαν αὐτοῦ ἀπὸ κακοῦ. Κυρίλλου. Ἁγιοπρεπὲς τὸ μάθημα καὶ σωτήριον, καὶ λόγου παντὸς ἀξίαν εἶναί φημι τὴν ὑφήγησιν. Γέγραπται γὰρ, ὅτι «Θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης· οἱ δὲ κρατοῦντες αὐτῆς, ἔδονται τοὺς καρποὺς αὐτῆς.» Ἔφη δέ που καὶ ὁ Χριστοῦ μαθητής· «Εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνὴρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα.» Μέγα οὖν τῆς γλώσσης τὸ ἐγκρατὲς, ὥσπερ ἀμέλει παγχάλεπον νόσημα τὸ μὴ οὕτως ἔχειν. Ἐν ᾧ καὶ τοῖς ἐν φυλάκῃ πνεύμασι πορευθεὶς ἐκήρυξεν, ἀπειθήσασί ποτε, ὅτε ἀπεξεδέχετο ἡ τοῦ Θεοῦ μακροθυμία, ἐν ἡμέραις Νῶε, κατασκευαζομένης κιβωτοῦ, εἰς ἣν ὀλίγαι, τουτέστιν ὀκτὼ, ψυχαὶ διεσώθησαν δι' ὕδατος. Κυρίλλου. Λύει ἐνταῦθα τὴν ἀντίθεσιν ἐκείνην ἤν τινες ἀντιτιθέντες λέγουσιν· Εἰ ἐπωφελὴς ᾗ ἡ ἐνανθρώπησις, τί δήποτε μὴ πρὸ πολλῶν ἐνηνθρώπησε χρόνων; Ἰδοὺ γὰρ «καὶ τοῖς ἐν φυλακῇ πνεύμασι πορευθεὶς ἐκήρυξεν,» ἵνα λύσῃ τούτους, ὅσοι πιστεύειν ἔμελλον, εἰ κατ' ἐκεῖνο καιροῦ σαρκωθεὶς τοῖς ἐπὶ γῆς ἐπεφοίτησεν. Οὗτοι γὰρ αὐτὸν καὶ ἐν τοῖς καταχθονίοις ἐπιφανέντα πάντως ἐπέγνωσαν, καὶ τῆς ἐπιφανείας ἀπέλαυσαν. Τῇ ψυχῇ πορευθεὶς ἐκήρυξε τοῖς ἐν ᾅδου, ὡς ψυχὴ μετὰ ψυχῶν ὀφθεὶς, ὃν οἱ πυλωροὶ τοῦ ᾅδου ἰδόντες ἔπτηξαν, καὶ πύλαι χαλκαῖ συνετρίβησαν, καὶ μοχλοὶ σιδηροῖ συνεθλάσθησαν· καὶ ὁ Μονογενὴς ἐφώνει μετ' ἐξουσίας ταῖς ὁμοιοπαθέσι ψυχαῖς, κατὰ τὸν τῆς οἰκονομίας λόγον, λέγων «τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε [cod. ἐξέλθατε], καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύφθητε.» Τουτέστι, καὶ τοῖς ἐν ᾅδου ἐκήρυζεν, ἵνα λύσῃ τούτους ὅσοι πιστεύειν ἔμελλον, εἰ κατὰ τὸν τῆς ἐκείνων ζωῆς καιρὸν σαρκωθεὶς ἐπεδήμησεν· οὗτοι γὰρ καὶ εἰς ᾅδου πάντως ἐπέγνωσαν. Ἔστι γὰρ τὰ

---

Cyrillus Theol., Fragmenta in Acta apostolorum et in epistulas catholicas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg095.local001/.
