# Fragmenta in Acta apostolorum et in epistulas catholicas 74.1016

Cyrillus, Fragmenta in Acta apostolorum et in epistulas catholicas, Volume 74. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-acta-apostolorum-et-in-epistulas-catholicas/74.1016

πλείω τῆς καθ' ἡμᾶς οἰκονομίας ὑπὲρ φύσιν καὶ παράδοσιν· καθάπερ οὖν ὁμοτίμως πᾶσι τοῖς ἐπὶ γῆς διὰ τῆς ἐνσάρκου παρουσίας ἐπεφώνει Χριστὸς, καὶ οἱ πιστεύσαντες ὠφελήθησαν· οὕτω καὶ διὰ τῆς εἰς ᾅδου καταβάσεως, τοὺς πιστεύοντας καὶ ἐπεγνωκότας αὐτὸν ἠλευθέρωσε τῶν τοῦ θανάτου δεσμῶν. Αἱ γὰρ τῶν ἐν εἰδωλολατρίαις καὶ ἀθεμίτοις ἀσελγείαις βιωσάντων ψυχαὶ, ταῖς σαρκικαῖς προσπαθείαις οἱονεὶ ἀποτυφλωθεῖσαι, πρὸς τὰς τῆς θεοφανείας αὐγὰς βλέπειν οὐκ ἴσχυον, ἵνα καὶ πιστῶς ἐπιγνοῖεν τὸν ἐπὶ τῷ πάντας ἐλευθερῶσαι, τό γε ἐπ' αὐτῷ, τοῖς καταχθονίοις ἐπιφανέντα, καὶ κοινῇ πᾶσι κηρύξαντα, καὶ μετὰ τοῦ φιλανθρώπου καὶ τὸ δίκαιον ἐνδεικνύμενον· ἵνα οἱ τῆς τοιαύτης εὐεργεσίας ἀποπεσόντες, σφᾶς αὐτοὺς ἔχοιεν αἰτιᾶσθαι, τὸν δημιουργὸν καὶ τὸν τῶν ὅλων Θεὸν ἀπολιπόντες, καὶ δαίμοσι μισανθρώποις δουλεύσαντες, καὶ ὡς ἐκείνοις φίλον ὑπῆρχε διαβιώσαντες. Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκὶ, καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, κ. τ. λ. Κυρίλλου. Οὐκοῦν ἀνάγκη νοεῖν, ὅτι γεγονὼς καθ' ἡμᾶς ὁ τοῦ Θεοῦ Λόγος σαρκὶ πέπονθεν ἑκών. Βεβαπτίσμεθα γὰρ οὕτως εἰς τὸν αὐτοῦ θάνατον, ὡς ἑνὸς ὄντος Υἱοῦ, κατὰ μὲν τὴν τῆς θεότητος φύσιν ἀπαθοῦς, παθητοῦ δὲ κατὰ τὴν σάρκα. Κυρίλλου. Ὡς γὰρ ὑπάρχοντος Θεοῦ τοῦ Χριστοῦ, σοφῶς καὶ ἐμφρόνως ὁ μαθητὴς σαρκὶ πεπονθέναι φησὶν αὐτὸν, ὑπεξάγων τοῦ παθεῖν τὴν ἀπόῤῥητον φύσιν, ἧς ἀλλότριον τὸ παθεῖν. Ἰδίᾳ τοίνυν πέπονθε σαρκὶ, καίτοι τοῦ παθεῖν ἀμοιρεῖν εἰθισμένος ὁ ἐκ Θεοῦ Λόγος. Θεὸς οὖν ἄρα ὁ Χριστὸς, θεϊκῶς μὲν ἀπαθὴς, παθητὸς δὲ κατὰ τὴν σάρκα. Εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ἧς χορηγεῖ ὁ Θεός. Κυρίλλου. Οἱ τὴν ἑστίαν εὐρύνοντες ὑπαντάτωσαν ἱλαροὶ, πρόθυμοι, οὐχ ὡς διδόντες τι μᾶλλον, ἀλλ' ὡς αὐτοὶ ληψόμενοι κατὰ διττὸν τρόπον· πρῶτον μὲν γὰρ ταῖς παρὰ τῶν ξενιζομένων ἐντρυφήσωσι συντυχίαις· εἶτα πρὸς τοῦτο καὶ τὸν τῆς φιλοξενίας κερδανοῦσι μισθόν. Δεχόμενοι δὲ εἰς ἑστίαν τοὺς ἀδελφοὺς, μὴ περισπάσθωσαν περὶ πολλὴν διακονίαν, μὴ ζητείτωσαν τὰ ὑπὲρ χεῖρα καὶ χρείαν. Λυπεῖ γὰρ πανταχοῦ ἐν παντὶ πράγματι τὸ περιττόν· ἐνεργάζεται μὲν τοῖς φιλοξενεῖν ἐθέλουσιν, ὄκνον· κάματος δὲ τοῖς ἑστιωμένοις εὑρίσκεται. Μὴ ξένον τοῦτον νομίσητε συμβαίνειν ὑμῖν καὶ στενοχωρίας καὶ θλίψεις καὶ ἀῤῥωστίας σωματικάς· ἁλλ' ἐν τοῖς δοκοῦσι δυσχερέσι τὸ δόκιμον ἐπιδείξασθε.

---

Cyrillus Theol., Fragmenta in Acta apostolorum et in epistulas catholicas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg095.local001/.
