Ancient Greek
Volume 74
Cyrillus Theol., Fragmenta in Acta apostolorum et in epistulas catholicas 74.1017
Not analysed yet
IN EPISTOLAM IIB. PETRI. Οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν, ἀλλ' ἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος. Λαβὼν γὰρ παρὰ Θεοῦ Πατρὸς τιμὴν καὶ δόξαν, φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς μεγαλοπρεποῦς δόξης. Κυρίλλου. Μῦθοι γὰρ ὄντως καὶ ἀνθρώπινα σοφίσματα τῶν αἱρετικῶν τὰ προβλήματα, οὕστινας ἐκτρέπεσθαι βουλόμενος ἡμᾶς ὁ Παῦλος γράφει· «Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ,» καὶ τὰ ἑξῆς. Ἄρχεται μὲν ἤδη τῆς κατὰ τῶν αἱρετικῶν ἐπιδρομῆς· καθὸ ἐκεῖνοι, τὴν ἀλήθειαν οὐκ ἔχοντες, ποικίλοις λόγοις ἀναγκάζονται περιπλάττειν τὸ ψεῦδος. Ἀλλ' ἡμεῖς οὐχ οὕτω, φησὶν, ἀλλὰ τοῖς ὀφθαλμοῖς τὴν ἀλήθειαν ἐθεασάμεθα, μετ' αὐτοῦ ὄντες ἐν τῷ ὄρει· ἔχομεν οὖν καὶ τοὺς προφήτας ταύτην αὐτὴν τὴν ἀλήθειαν ἡμῖν προμηνύσαντας, καὶ οὕτως διὰ τῆς ὄψεως βεβαιότερος τῶν προφητῶν ὁ λόγος ἡμῖν ἐγένετο· ἃ γὰρ ἐκεῖνοι εἶπον, ταῦτα παρὼν ὁ Χριστὸς ἐπιστώσατο. Καὶ μάρτυρες ἡμεῖς, οἱ καὶ τὴν μαρτυρίαν ἀκούσαντες τοῦ Πατρός. Εὖ δὲ καὶ ὑμεῖς ποιήσετε τῷ προφητικῷ πειθόμενοι λόγῳ· οὗτος γὰρ τοὺς ἐν ἀγνοίᾳ φωταγωγεῖ, ἕως καθαρὸν ὑμῖν τὸ φῶς τοῦ Εὐαγγελίου διαφανῇ, καὶ ὁ νοητὸς ἑωσφόρος, τουτέστι Χριστὸς, ἐν ταῖς καρδίαις ὑμῶν ἀνατείλῃ, μαρτυρηθεὶς ὑπὸ τοῦ Πατρός. Οὗτοι δὲ, ὡς ἄλογα ζῶα, γεγενημένα εἰς ἅλωσιν καὶ φθορὰν, ἐν οἷς ἀγνοοῦσι βλασφημοῦντες, ἐν τῇ φθορᾷ αὐτῶν καταφθαρήσονται, κομιούμενοι μισθὸν ἀδικίας. Κυρίλλου. Καὶ γοῦν ὁ θεσπέσιος Μελῳδὸς, «Ἄνθρωπος, φησὶν, ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς.» Ἔθη γὰρ ἀλογίας συμπεπλεγμένα νόμους ὤσπερ ἔχοντες, ὀλίγα κομιδῇ διενεγκόντες ἐφαίνοντο κτηνῶν, ὡς ἔφην, ἃ πρὸς μόνην γέγονε φθοράν. Πρὸς τῷ ἀσεβεῖν, φησὶ, καὶ τὸν βίον ἅπαντα κατεφθαρμένον . . . ἔδειξεν. Ἔθος τῇ θείᾳ Γραφῇ τὰ κατὰ φύσιν ὄντα θεῖα [f. θήρεια] πράγματα ταῦτα τοῖς ἀνθρώποις εἰς εἰκόνας καὶ παραδείγματα λαμβάνειν. Τοῦτο δὲ ποιεῖ, ἵνα ἐκ τῶν κατὰ φύσιν ἐκείνων τὰ ἐκ προαιρέσεως φαίνηται τῶν κινημάτων τῶν ἀνθρώπων, καὶ οὕτως ἢ φαῦλος ἢ δίκαιος ὁ τούτων δείκνυται τρόπος. Ἐπὶ μὲν οὖν τῶν φαύλων, ἐὰν παραγγέλλῃ· «Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις.» Ἢ καὶ ὅταν μεμφόμενος τοὺς οὕτω γενομένους λέγῃ· «Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς.» Καὶ πάλιν· «Ἵπποι θηλυμανεῖς ἐγενήθησαν.» Καὶ ὁ Σωτὴρ τὸν Ἡρώδην «ἀλώπεκα» καλεῖ· καὶ τοῖς