# Fragmenta in Acta apostolorum et in epistulas catholicas 74.1020

Cyrillus, Fragmenta in Acta apostolorum et in epistulas catholicas, Volume 74. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-acta-apostolorum-et-in-epistulas-catholicas/74.1020

μαθηταῖς παρήγγειλεν· «Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε φρόνιμοι ὡσεὶ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.» Ἔλεγε δὲ τοῦτο, οὐχ ἵνα γενώμεθα ὄφεις ἢ περιστεραί· οὐ γὰρ οὕτως ἡμᾶς αὐτὸς πεποίηκε· διὸ οὐδὲ τοῦτο οἶδεν ἡ φύσις· ἀλλ' ἵνα ἡμεῖς, τῶν μὲν τὰς ἀλόγους ὁρμὰς ἐκφεύγωμεν, τοῦ δὲ τὸ φρόνιμον, ἵνα γινώσκοντες μὴ ἀπατώμεθα παρ' αὐτοῦ, καὶ τῆς περιστερᾶς τὸ πρᾶον ἀναλάβωμεν. Ἐπὶ δὲ τῶν θείων πάλιν εἰκόνας τοῖς ἀνθρώποις λαμβάνων, φησὶν ὁ Σωτήρ· «Γίνεσθε οἰκτίρμονες ὡς ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς.» —»Καὶ ἔσεσθε ὑμεῖς τέλειοι, ὡς ὁ Πατὴρ ὑμῶν [cod. ἡμῶν] ὁ οὐράνιος τέλειός ἐστι.» Ἔλεγε δὲ καὶ τοῦτο, οὐχ ἵνα γενώμεθα πάλιν ὡς ὁ Πατήρ· γίνεσθαι γὰρ ἡμᾶς ὡς ὁ Πατὴρ ἀδύνατον, κτίσμα ὄντας καὶ ἐκ τοῦ μὴ ὄντος γενομένους· ἀλλ' ὥσπερ οὐχ ἵνα γενώμεθα κτήνη παραγγέλλει, «Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος,» ἵνα μὴ τὸ ἄλογον ἐκείνων μιμησώμεθα· οὕτως οὐχ ἵνα γενώμεθα ὡς ὁ Θεὸς ἔλεγε, «Γίνεσθε οἰκτίρμονες ὡς ὁ Πατὴρ,» ἀλλ' ἵνα, πρὸς τὰς εὐεργεσίας ἐκείνου βλέποντες, ἃ ποιοῦμεν καλὰ, μὴ δι' ἀνθρώπους, ἀλλὰ δι' αὐτὸν ποιῶμεν· ὥστε παρ' αὐτοῦ, καὶ μὴ παρὰ ἀνθρώπων, τὸν μισθὸν ἔχειν. Ὥσπερ γὰρ ἑνὸς ὄντος Υἱοῦ φύσει καὶ ἀληθινοῦ καὶ μονογενοῦς, γενόμεθα καὶ ἡμεῖς υἱοὶ κατὰ χάριν τοῦ καλέσαντος· καὶ ἄνθρωποι τυγχάνοντες θεοὶ χρηματίζομεν, οὐχ ὡς ὁ ἀληθινὸς Θεὸς, ἢ ὁ τούτου Λόγος· ἀλλ' ὡς ἠθέλησεν ὁ τοῦτο χαρισάμενος Θεός· οὕτω καὶ ὡς ὁ Θεὸς οἰκτίρμονες γινόμεθα, οὐκ ἐξισούμενοι τῷ Θεῷ, οὐδὲ φύσει καὶ ἀληθινοὶ εὐεργέται γινόμενοι· οὐ γὰρ ἡμῶν εὕρημα τὸ εὐεργετεῖν, ἀλλὰ τοῦ Θεοῦ· ἵνα δὲ αὐτὰ τὰ παρὰ Θεοῦ εἰς ἡμᾶς κατὰ χάριν γινόμενα, ταῦτα καὶ ἡμεῖς μεταδιώκωμεν εἰς ἑτέρους, μὴ διακρινόμενοι, ἁπλῶς δὲ εἰς πάντας ἐκτείνοντες τὴν εὐεργεσίαν· κατὰ τοῦτο γὰρ μόνον δυνάμεθά πως αὐτοῦ μιμηταὶ γενέσθαι, καὶ οὐκ ἄλλως· ὅτι παρ' αὐτοῦ διακονοῦμεν ἀλλήλοις. Ὡς καὶ ἐν πάσαις ταῖς Ἐπιστολαῖς, λαλῶν ἐν αὐταῖς περὶ τούτων· ἐν οἷς ἐστι δυσνόητά τινα. Κυρίλλου Ἀλεξανδρείας. Δοκεῖ δέ τισιν ὁ πάνσοφος Παῦλος δυσχερῆ τινα λέγειν, ἤτοι «δυσνόητα,» κατὰ τὴν τῶν ἁγίων ἀποστόλων φωνήν· ὅτι δὲ σοφίας τῆς ἄνωθεν μεμέστωται ταῦτα οὐκ ἔστιν ἀμφιβάλλειν· λαλεῖ γὰρ ἐν αὐτῷ ὁ Χριστός. Ὑμεῖς οὖν, ἀγαπητοὶ, προγινώσκοντες φυλάσσεσθε, ἵνα μὴ τῇ τῶν ἀθέσμων πλάνῃ συναπαχθέντες, ἐκπέσητε τοῦ ἰδίου στηριγμοῦ. Κυρίλλου. Προσήκει τοίνυν ἀποστρέφεσθαι τοὺς τοιούτους, κἂν τὸ ὄνομα τοῦ Χριστοῦ πρὸς ἀπάτην ἀμφιέννυνται. Αὐτοῦ γὰρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πρόσταξίς ἐστι πρὸς ἡμετέραν ἀσφάλειάν τε καὶ σωτηρίαν λέγοντος· «Προσέχετε ἀπὸ τῶν ἐρχομένων πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες.» Καὶ πάλιν· «Βλέπετε μή τις

---

Cyrillus Theol., Fragmenta in Acta apostolorum et in epistulas catholicas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg095.local001/.
