Ancient Greek
Volume 74
Cyrillus Theol., Fragmenta in Acta apostolorum et in epistulas catholicas 74.1021
Not analysed yet
ὑμᾶς πλανήσῃ· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες· Ἐγώ εἰμι ὁ Χριστὸς, καὶ πολλοὺς πλανήσουσι.» Καὶ ὁ Παῦλος βοᾷ· «Βλέπετε τοὺς κύνας, βλέπετε τοῦς κακοὺς ἐργάτας τῆς πίστεως τῆς εἰς τὸν Κύριον Ἰησοῦν.» AD EPISTOLAM I DIVI JOANNIS. Ὁ Θεὸς φῶς ἐστι, καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία. Κυρίλλου. Ἢ ὅτι κατ' οὐσίαν φῶς ὑπάρχει ὁ Θεὸς, ἐν τοῖς ἐν αὐτῷ διὰ τῶν ἀρετῶν περιπατοῦσιν, ἀληθῶς φῶς γενόμενος· ἣ σκοτίαν τὴν κακίαν λέγει διὰ τοὺς Ἰουδαίους. Ἀγαπητοὶ, οὐκ ἐντολὴν καινὴν γράφω ὑμῖν, ἀλλ' ἐντολὴν παλαιὰν, ἣν εἴχετε ἀπ' ἀρχῆς· ἡ ἐντολὴ ἡ παλαιά ἐστιν ὁ λόγος, ὃν ἠκούσατε ἀπ' ἀρχῆς. Κυρίλλου. Περὶ ἀγάπης ὑμῖν διαλεγόμενος· τοῦτο γάρ ἐστι τὸ «καθὼς ἐκεῖνος περιεπάτησεν» ἐν ἀγάπῃ· ὡς γὰρ αὐτὸς ὁ Κύριος ἔλεγε· «Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει ἐνδείξασθαι, ἢ ἵνα τις θῇ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν φίλων αὐτοῦ.» Ταύτην οὖν τὴν περὶ ἀγάπης ἐντολὴν οὐ καινὴν γράφω ὑμῖν· πάλαι γὰρ αὐτὴν διὰ τῶν προφητῶν ἐπηγγείλατο· «Οὐ γὰρ πρέσβυς, φησὶν, οὐκ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτοὺς, διὰ τὸ ἀγαπᾷν αὐτοὺς καὶ κήδεσθαι αὐτῶν.» Γράφω ὑμῖν, πατέρες· γράφω ὑμῖν, νεανίσκοι· γράφω ὑμῖν, παιδία. Κυρίλλου. Ἡλικίας ἐνταῦθά μοι νόει κατὰ τὸν ἔσω ἄνθρωπον· οὐ γὰρ ὁ εὐαγγελιστὴς πρὸς βρέφη ἔγραφε. Καὶ νεανίαι μὲν, οἱ εἰς ἀνδρίαν ἐλθόντες πνευματικήν· πρεσβῦται δὲ, οἱ εἰς φρόνησιν ἐλάσαντες· νήπιοι δὲ, οἱ ἐν Χριστῷ ἄρτι πιστεύσαντες. Μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ Πατρὸς ἐν αὐτῷ. Κυρίλλου. Καὶ τί τὰ ἐν τῷ κόσμῳ ἢ ματαιότης, ἢν ἐπ' οὐδενὶ τῶν χρησίμων τηροῦσί τινες; Ἤγουν ἐμμόνως ὁρῶνται πράττοντες· ὁ περιττὸς καὶ ἀνόνητος τοῦ παρόντος βίου περισπασμός· ἡ τῶν κοσμικῶν ἐπιθυμιῶν χυδαιότης. Ἐξίστησιν ἡμᾶς ὁ Χριστοῦ μαθητὴς οὕτω λέγων· «Μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ,» καὶ τὰ ἑξῆς. Ἀγαπητοὶ, ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παῤῥησίαν ἔχομεν πρὸς τὸν Θεόν. Κυρίλλου. Ἕως εἶ κατὰ τὸν βίον τοῦτον, ὁδὸς γὰρ