# Fragmenta in Acta apostolorum et in epistulas catholicas 74.1024

Cyrillus, Fragmenta in Acta apostolorum et in epistulas catholicas, Volume 74. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-acta-apostolorum-et-in-epistulas-catholicas/74.1024

ὁ βίος ὑπὸ πάντων ἀνθρώπων παροδευόμενος, προσδέχου καὶ μὴ παραλογίζου τὴν ἐκ τοῦ συνειδότος ὑπόμνησιν· εἰ δὲ παραλογίσῃ καὶ παραδράμῃς τὸν βίον, αὐτὸ τὸ συνειδὸς ἀντιδίκου τάξιν ἐπέχον ἐπὶ τοῦ κριτοῦ κατηγορήσει, καὶ ὑπὸ τὴν ψῆφον ποιήσει σε τοῦ δικάζοντος, καὶ παραδοθήσῃ ταῖς ἀνηκέστοις κολάσεσιν. Ἃ οὐκ ἂν ἔπαθες, εἴ γε κατὰ τὴν ὁδὸν εὔνοιαν ἐκτήσω πρὸς τὸν ἀντίδικον, τοὺς ἐλέγχους ὡς μετ' εὐνοίας προσφερομένους καταδεχόμενος. Τοῦτο γὰρ καὶ ὁ θεσπέσιος εὐαγγελιστὴς Ἰωάννης ἐπιστέλλων φησίν· «Ἐὰν ἡ συνείδησις ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παῤῥησίαν ἔχομεν πρὸς τὸν Θεόν.» Καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν. Τίς δέ ἐστιν ὁ νικῶν τὸν κόσμον, εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ; Κυρίλλου. Καὶ οὔτε Ἕλλην, οὔτε Ἰουδαῖος, οὔτε αἱρετικὸς δύναται πρὸς αὐτὴν, ἅπαξ τοῖς ἔργοις τὰ νικητήρια τῆς καθ' ἡμᾶς πίστεως ἀπενεγκαμένης. IN EPISTOLAM JUDE. Ἀγαπητοὶ, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς ἡμῶν σωτηρίας, ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει. Κυρίλλου. Ὁμοῦ μὲν ἀσφαλιζόμενος ἡμᾶς, ὁμοῦ δὲ καταστίζων τοὺς αἱρετικοὺς ταῦτά φησι. Οὐκοῦν οὐ ξενιστέον ἐπὶ τῇ τῶν αἱρετικῶν πλάνῃ τε καὶ κακοπιστίᾳ· τοῦ ἁγίου Πνεύματος προμηνύσαντος ἡμῖν διὰ τῶν ἁγίων προφητῶν τε καὶ ἀποστόλων τὴν τούτων ἔγερσιν. Μᾶλλον γὰρ ἡμᾶς διὰ τῆσδε τῆς προφητείας ἀσφαλεστέρους ἐποίησεν, ὥστε μὴ ταῖς σοφιστείαις τούτων ἁλῶναι.

---

Cyrillus Theol., Fragmenta in Acta apostolorum et in epistulas catholicas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg095.local001/.
