# Fragmenta in Acta apostolorum et in epistulas catholicas 74.757

Cyrillus, Fragmenta in Acta apostolorum et in epistulas catholicas, Volume 74. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-acta-apostolorum-et-in-epistulas-catholicas/74.757

S. CYRILLI FRAGMENTA IN ACTA APOSTOLORUM Εἶπε δὲ πρὸς αὐτούς· Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Κυρίλλου. Οὐ γὰρ περιεργάζεσθαι χρῆναι τὰ λίαν ἀπόῤῥητα καὶ ἐν Θεῷ κεκρυμμένα, καὶ διὰ τούτων ἐδίδασκεν· ἰέναι δὲ μᾶλλον ἐθέλειν καὶ σφόδρα νεανικῶς ἐπὶ τὸ σφίσι λυσιτελές· καὶ πληροῦν ἐθέλειν τῆς ἀποστολῆς τὴν διακονίαν ἀνατεθεικότας Θεῷ τῶν ὅλων τὴν γνῶσιν. Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός. Κυρίλλου. Οἱ μὲν ταῖς γλώσσαις ἐλάλουν, καίτοι πρὶν οὐκ εἰδότες αὐτάς· οἱ δὲ συνῆσαν διερμηνεύοντες, καίτοι πάλαι τὸ οὖς οὐκ ἐν τριβῇ τε καὶ ἐν ἔθει τῶν τοιούτων ἐχόντων τινῶν. Δεδόσθαι γε μὴν ὁ θεσπέσιος Παῦλος τοῖς τότε τὴν χάριν διϊσχυρίζεται τὸ γλώσσαις λαλεῖν, οὐχ ὡς μοῖρα χαρίσματος, ἀλλ' ὡς ἐν τάξει σημείου τοῖς πιστοῖς, καὶ δὴ καὶ προτρεπτικὸν παρετίθει λόγιον οὕτως ἔχον· «Ὅτι ἐν ἑτερογλώσσοις καὶ ἑτεροχείλεσι λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ' οὕτως πιστεύσουσιν.» Ἔνειμε διαφόρως τὸ Πνεῦμα τὴν τῶν χαρισμάτων διανομήν. Ἵνα ὥσπερ, φησὶ, τὸ παχὺ δὴ τοῦτο καὶ ἀπὸ γῆς σῶμα συνέστηκεν ἐκ μορίων, οὕτω καὶ ὁ Χριστὸς, ἤτοι τὸ σῶμα αὐτοῦ, τουτέστιν ἡ Ἐκκλησία, διὰ πολλῆς ἁγίων πληθύος εἰς ἑνότητα τὴν νοητὴν, τελειοτάτην ἔχει τὴν σύστασιν. Καὶ μετ' ὀλίγα· Ὅτε τοίνυν ἔμελλον οἱ τῆς ὑφ' ἡλίῳ μυσταγωγοὶ, γλώσσῃ τε ἁπάσῃ καὶ ἔθνει παντὶ προσλαλεῖν τὸ εὐαγγελικὸν δηλονότι καὶ σωτήριον κήρυγμα, σημεῖον ἐδίδου τὰς γλώσσας αὐτοῖς. Ἄνδρες ὄντες Γαλιλαῖοι καὶ τεθραμμένοι κατὰ τὴν Ἰουδαίαν, Ἑβραῖοί τε καὶ ἐξ Ἑβραίων, Μήδοις τε καὶ Πάρθοις, καὶ μέντοι καὶ Ἐλαμίταις, καὶ τοῖς ἐκ μέσης οἰκούσης ποταμῶν, Καππαδόκαις τε καὶ Αἰγυπτίοις, ταῖς αὐτῶν προσελάλουν γλώσσαις· καὶ διεπεραίνετο μὲν τὸ

---

Cyrillus Theol., Fragmenta in Acta apostolorum et in epistulas catholicas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg095.local001/.
